previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10α]

Σωκράτης
τάχ᾽, ὠγαθέ, βέλτιον εἰσόμεθα. ἐννόησον γὰρ τὸ τοιόνδε: ἆρα τὸ ὅσιον ὅτι ὅσιόν ἐστιν φιλεῖται ὑπὸ τῶν θεῶν, ὅτι φιλεῖται ὅσιόν ἐστιν;γ

Εὐθύφρων
οὐκ οἶδ᾽ ὅτι λέγεις, Σώκρατες.

Σωκράτης
ἀλλ᾽ ἐγὼ πειράσομαι σαφέστερον φράσαι. λέγομέν τι φερόμενον καὶ φέρον καὶ ἀγόμενον καὶ ἄγον καὶ ὁρώμενον καὶ ὁρῶν καὶ πάντα τὰ τοιαῦτα μανθάνεις ὅτι ἕτερα ἀλλήλων ἐστὶ καὶ ἕτερα;

Εὐθύφρων
ἔγωγέ μοι δοκῶ μανθάνειν.

Σωκράτης
οὐκοῦν καὶ φιλούμενόν τί ἐστιν καὶ τούτου ἕτερον τὸ φιλοῦν;

Εὐθύφρων
πῶς γὰρ οὔ; [10β]

Σωκράτης
λέγε δή μοι, πότερον τὸ φερόμενον διότι φέρεται φερόμενόν ἐστιν, δι᾽ ἄλλο τι;γ

Εὐθύφρων
οὔκ, ἀλλὰ διὰ τοῦτο.

Σωκράτης
καὶ τὸ ἀγόμενον δὴ διότι ἄγεται, καὶ τὸ ὁρώμενον διότι ὁρᾶται;

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
οὐκ ἄρα διότι ὁρώμενόν γέ ἐστιν, διὰ τοῦτο ὁρᾶται, ἀλλὰ τὸ ἐναντίον διότι ὁρᾶται, διὰ τοῦτο ὁρώμενον: οὐδὲ διότι ἀγόμενόν ἐστιν, διὰ τοῦτο ἄγεται, ἀλλὰ διότι ἄγεται, διὰ τοῦτο ἀγόμενον: οὐδὲ διότι φερόμενον φέρεται, ἀλλὰ διότι φέρεται φερόμενον. ἆρα κατάδηλον, Εὐθύφρων, [10ξ] βούλομαι λέγειν; βούλομαι δὲ τόδε, ὅτι εἴ τι γίγνεται τι πάσχει, οὐχ ὅτι γιγνόμενόν ἐστι γίγνεται, ἀλλ᾽ ὅτι γίγνεται γιγνόμενόν ἐστιν: οὐδ᾽ ὅτι πάσχον ἐστὶ πάσχει, ἀλλ᾽ ὅτι πάσχει πάσχον ἐστίν: οὐ συγχωρεῖς οὕτω;

Εὐθύφρων
ἔγωγε.

Σωκράτης
οὐκοῦν καὶ τὸ φιλούμενον γιγνόμενόν τί ἐστιν πάσχον τι ὑπό του;

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
καὶ τοῦτο ἄρα οὕτως ἔχει ὥσπερ τὰ πρότερα: οὐχ ὅτι φιλούμενόν ἐστιν φιλεῖται ὑπὸ ὧν φιλεῖται, ἀλλ᾽ ὅτι φιλεῖται φιλούμενον;

Εὐθύφρων
ἀνάγκη. [10δ]

Σωκράτης
τί δὴ οὖν λέγομεν περὶ τοῦ ὁσίου, Εὐθύφρων; ἄλλο τι φιλεῖται ὑπὸ θεῶν πάντων, ὡς σὸς λόγος;γ

Εὐθύφρων
ναί.

Σωκράτης
ἆρα διὰ τοῦτο, ὅτι ὅσιόν ἐστιν, δι᾽ ἄλλο τι;

Εὐθύφρων
οὔκ, ἀλλὰ διὰ τοῦτο.

Σωκράτης
διότι ἄρα ὅσιόν ἐστιν φιλεῖται, ἀλλ᾽ οὐχ ὅτι φιλεῖται, διὰ τοῦτο ὅσιόν ἐστιν;

Εὐθύφρων
ἔοικεν.

Σωκράτης
ἀλλὰ μὲν δὴ διότι γε φιλεῖται ὑπὸ θεῶν φιλούμενόν ἐστι καὶ θεοφιλές.

Εὐθύφρων
πῶς γὰρ οὔ;

Σωκράτης
οὐκ ἄρα τὸ θεοφιλὲς ὅσιόν ἐστιν, Εὐθύφρων, οὐδὲ τὸ ὅσιον θεοφιλές, ὡς σὺ λέγεις, ἀλλ᾽ ἕτερον τοῦτο τούτου. [10ε]

Εὐθύφρων
πῶς δή, Σώκρατες;γ

Σωκράτης
ὅτι ὁμολογοῦμεν τὸ μὲν ὅσιον διὰ τοῦτο φιλεῖσθαι, ὅτι ὅσιόν ἐστιν, ἀλλ᾽ οὐ διότι φιλεῖται ὅσιον εἶναι: γάρ;

Εὐθύφρων
ναί.

Σωκράτης
τὸ δέ γε θεοφιλὲς ὅτι φιλεῖται ὑπὸ θεῶν, αὐτῷ τούτῳ τῷ φιλεῖσθαι θεοφιλὲς εἶναι, ἀλλ᾽ οὐχ ὅτι θεοφιλές, διὰ τοῦτο φιλεῖσθαι.

Εὐθύφρων
ἀληθῆ λέγεις.

Σωκράτης
ἀλλ᾽ εἴ γε ταὐτὸν ἦν, φίλε Εὐθύφρων, τὸ θεοφιλὲς καὶ τὸ ὅσιον, εἰ μὲν διὰ τὸ ὅσιον εἶναι ἐφιλεῖτο τὸ


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: