previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[14α]

Σωκράτης
καὶ γὰρ οἱ στρατηγοί, φίλε: ἀλλ᾽ ὅμως τὸ κεφάλαιον αὐτῶν ῥᾳδίως ἂν εἴποις, ὅτι νίκην ἐν τῷ πολέμῳ ἀπεργάζονται: οὔ;γ

Εὐθύφρων
πῶς δ᾽ οὔ;

Σωκράτης
πολλὰ δέ γ᾽, οἶμαι, καὶ καλὰ καὶ οἱ γεωργοί: ἀλλ᾽ ὅμως τὸ κεφάλαιον αὐτῶν ἐστιν τῆς ἀπεργασίας ἐκ τῆς γῆς τροφή.

Εὐθύφρων
πάνυ γε.

Σωκράτης
τί δὲ δὴ τῶν πολλῶν καὶ καλῶν οἱ θεοὶ ἀπεργάζονται; τί τὸ κεφάλαιόν ἐστι τῆς ἐργασίας;

Εὐθύφρων
καὶ ὀλίγον σοι πρότερον εἶπον, Σώκρατες, ὅτι [14β] πλείονος ἔργου ἐστὶν ἀκριβῶς πάντα ταῦτα ὡς ἔχει μαθεῖν: τόδε μέντοι σοι ἁπλῶς λέγω, ὅτι ἐὰν μὲν κεχαρισμένα τις ἐπίστηται τοῖς θεοῖς λέγειν τε καὶ πράττειν εὐχόμενός τε καὶ θύων, ταῦτ᾽ ἔστι τὰ ὅσια, καὶ σῴζει τὰ τοιαῦτα τούς τε ἰδίους οἴκους καὶ τὰ κοινὰ τῶν πόλεων: τὰ δ᾽ ἐναντία τῶν κεχαρισμένων ἀσεβῆ, δὴ καὶ ἀνατρέπει ἅπαντα καὶ ἀπόλλυσιν.

Σωκράτης
πολύ μοι διὰ βραχυτέρων, Εὐθύφρων, εἰ ἐβούλου, εἶπες ἂν τὸ κεφάλαιον ὧν ἠρώτων: ἀλλὰ γὰρ οὐ [14ξ] πρόθυμός με εἶ διδάξαιδῆλος εἶ. καὶ γὰρ νῦν ἐπειδὴ ἐπ᾽ αὐτῷ ἦσθα ἀπετράπου, εἰ ἀπεκρίνω, ἱκανῶς ἂν ἤδη παρὰ σοῦ τὴν ὁσιότητα ἐμεμαθήκη. νῦν δὲ ἀνάγκη γὰρ τὸν ἐρῶντα τῷ ἐρωμένῳ ἀκολουθεῖν ὅπῃ ἂν ἐκεῖνος ὑπάγῃ, τί δὴ αὖ λέγεις τὸ ὅσιον εἶναι καὶ τὴν ὁσιότητα; οὐχὶ ἐπιστήμην τινὰ τοῦ θύειν τε καὶ εὔχεσθαι;

Εὐθύφρων
ἔγωγε.

Σωκράτης
οὐκοῦν τὸ θύειν δωρεῖσθαί ἐστι τοῖς θεοῖς, τὸ δ᾽ εὔχεσθαι αἰτεῖν τοὺς θεούς;

Εὐθύφρων
καὶ μάλα, Σώκρατες. [14δ]

Σωκράτης
ἐπιστήμη ἄρα αἰτήσεως καὶ δόσεως θεοῖς ὁσιότης ἂν εἴη ἐκ τούτου τοῦ λόγου.

Εὐθύφρων
πάνυ καλῶς, Σώκρατες, συνῆκας εἶπον.

Σωκράτης
ἐπιθυμητὴς γάρ εἰμι, φίλε, τῆς σῆς σοφίας καὶ προσέχω τὸν νοῦν αὐτῇ, ὥστε οὐ χαμαὶ πεσεῖται ὅτι ἂν εἴπῃς. ἀλλά μοι λέξον τίς αὕτη ὑπηρεσία ἐστὶ τοῖς θεοῖς; αἰτεῖν τε φῂς αὐτοὺς καὶ διδόναι ἐκείνοις;

Εὐθύφρων
ἔγωγε.

Σωκράτης
ἆρ᾽ οὖν οὐ τό γε ὀρθῶς αἰτεῖν ἂν εἴη ὧν δεόμεθα παρ᾽ ἐκείνων, ταῦτα αὐτοὺς αἰτεῖν;

Εὐθύφρων
ἀλλὰ τί; [14ε]

Σωκράτης
καὶ αὖ τὸ διδόναι ὀρθῶς, ὧν ἐκεῖνοι τυγχάνουσιν δεόμενοι παρ᾽ ἡμῶν, ταῦτα ἐκείνοις αὖ ἀντιδωρεῖσθαι; οὐ γάρ που τεχνικόν γ᾽ ἂν εἴη δωροφορεῖν διδόντα τῳ ταῦτα ὧν οὐδὲν δεῖται.

Εὐθύφρων
ἀληθῆ λέγεις, Σώκρατες.

Σωκράτης
ἐμπορικὴ ἄρα τις ἂν εἴη, Εὐθύφρων, τέχνη ὁσιότης θεοῖς καὶ ἀνθρώποις παρ᾽ ἀλλήλων.

Εὐθύφρων
ἐμπορική, εἰ οὕτως ἥδιόν σοι ὀνομάζειν.

Σωκράτης
ἀλλ᾽ οὐδὲν ἥδιον ἔμοιγε, εἰ μὴ τυγχάνει ἀληθὲς ὄν. φράσον δέ μοι, τίς ὠφελία τοῖς θεοῖς τυγχάνει οὖσα ἀπὸ τῶν δώρων ὧν παρ᾽ ἡμῶν λαμβάνουσιν; μὲν γὰρ διδόασι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: