previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[44α]

Κρίτων
πόθεν τοῦτο τεκμαίρῃ;γ

Σωκράτης
ἐγώ σοι ἐρῶ. τῇ γάρ που ὑστεραίᾳ δεῖ με ἀποθνῄσκειν ἂν ἔλθῃ τὸ πλοῖον.

Κρίτων
φασί γέ τοι δὴ οἱ τούτων κύριοι.

Σωκράτης
οὐ τοίνυν τῆς ἐπιούσης ἡμέρας οἶμαι αὐτὸ ἥξειν ἀλλὰ τῆς ἑτέρας. τεκμαίρομαι δὲ ἔκ τινος ἐνυπνίου ἑώρακα ὀλίγον πρότερον ταύτης τῆς νυκτός: καὶ κινδυνεύεις ἐν καιρῷ τινι οὐκ ἐγεῖραί με.

Κρίτων
ἦν δὲ δὴ τί τὸ ἐνύπνιον;

Σωκράτης
ἐδόκει τίς μοι γυνὴ προσελθοῦσα καλὴ καὶ εὐειδής, [44β] λευκὰ ἱμάτια ἔχουσα, καλέσαι με καὶ εἰπεῖν: ‘ Σώκρατες,

ἤματί κεν τριτάτῳ Φθίην ἐρίβωλον ἵκοιο.

Κρίτων
ἄτοπον τὸ ἐνύπνιον, Σώκρατες.

Σωκράτης
ἐναργὲς μὲν οὖν, ὥς γέ μοι δοκεῖ, Κρίτων.

Κρίτων
λίαν γε, ὡς ἔοικεν. ἀλλ᾽, δαιμόνιε Σώκρατες, ἔτι καὶ νῦν ἐμοὶ πιθοῦ καὶ σώθητι: ὡς ἐμοί, ἐὰν σὺ ἀποθάνῃς, οὐ μία συμφορά ἐστιν, ἀλλὰ χωρὶς μὲν τοῦ ἐστερῆσθαι τοιούτου ἐπιτηδείου οἷον ἐγὼ οὐδένα μή ποτε εὑρήσω, ἔτι δὲ καὶ πολλοῖς δόξω, οἳ ἐμὲ καὶ σὲ μὴ σαφῶς ἴσασιν, [44ξ] ὡς οἷός τ᾽ ὤν σε σῴζειν εἰ ἤθελον ἀναλίσκειν χρήματα, ἀμελῆσαι. καίτοι τίς ἂν αἰσχίων εἴη ταύτης δόξα δοκεῖν χρήματα περὶ πλείονος ποιεῖσθαι φίλους; οὐ γὰρ πείσονται οἱ πολλοὶ ὡς σὺ αὐτὸς οὐκ ἠθέλησας ἀπιέναι ἐνθένδε ἡμῶν προθυμουμένων.

Σωκράτης
ἀλλὰ τί ἡμῖν, μακάριε Κρίτων, οὕτω τῆς τῶν πολλῶν δόξης μέλει; οἱ γὰρ ἐπιεικέστατοι, ὧν μᾶλλον ἄξιον φροντίζειν, ἡγήσονται αὐτὰ οὕτω πεπρᾶχθαι ὥσπερ ἂν πραχθῇ. [44δ]

Κρίτων
ἀλλ᾽ ὁρᾷς δὴ ὅτι ἀνάγκη, Σώκρατες, καὶ τῆς τῶν πολλῶν δόξης μέλειν. αὐτὰ δὲ δῆλα τὰ παρόντα νυνὶ ὅτι οἷοί τ᾽ εἰσὶν οἱ πολλοὶ οὐ τὰ σμικρότατα τῶν κακῶν ἐξεργάζεσθαι ἀλλὰ τὰ μέγιστα σχεδόν, ἐάν τις ἐν αὐτοῖς διαβεβλημένος .

Σωκράτης
εἰ γὰρ ὤφελον, Κρίτων, οἷοί τ᾽ εἶναι οἱ πολλοὶ τὰ μέγιστα κακὰ ἐργάζεσθαι, ἵνα οἷοί τ᾽ ἦσαν καὶ ἀγαθὰ τὰ μέγιστα, καὶ καλῶς ἂν εἶχεν. νῦν δὲ οὐδέτερα οἷοί τε: οὔτε γὰρ φρόνιμον οὔτε ἄφρονα δυνατοὶ ποιῆσαι, ποιοῦσι δὲ τοῦτο ὅτι ἂν τύχωσι. [44ε]

Κρίτων
ταῦτα μὲν δὴ οὕτως ἐχέτω: τάδε δέ, Σώκρατες, εἰπέ μοι. ἆρά γε μὴ ἐμοῦ προμηθῇ καὶ τῶν ἄλλων ἐπιτηδείων μή, ἐὰν σὺ ἐνθένδε ἐξέλθῃς, οἱ συκοφάνται ἡμῖν πράγματα παρέχωσιν ὡς σὲ ἐνθένδε ἐκκλέψασιν, καὶ ἀναγκασθῶμεν καὶ πᾶσαν τὴν οὐσίαν ἀποβαλεῖν συχνὰ χρήματα, καὶ ἄλλο τι πρὸς τούτοις παθεῖν; εἰ γάρ τι


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: