previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[47α] αὔριον, καὶ οὐκ ἂν σὲ παρακρούοι παροῦσα συμφορά: σκόπει δήοὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τῶν ἀνθρώπων τιμᾶν ἀλλὰ τὰς μέν, τὰς δ᾽ οὔ, οὐδὲ πάντων ἀλλὰ τῶν μέν, τῶν δ᾽ οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται;

Κρίτων
καλῶς.

Σωκράτης
οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή;

Κρίτων
ναί.

Σωκράτης
χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων;

Κρίτων
πῶς δ᾽ οὔ;

Σωκράτης
φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος [47β] ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς παιδοτρίβης ὤν;

Κρίτων
ἑνὸς μόνου.

Σωκράτης
οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου ἀλλὰ μὴ τοὺς τῶν πολλῶν.

Κρίτων
δῆλα δή.

Σωκράτης
ταύτῃ ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον, ἂν τῷ ἑνὶ δοκῇ, τῷ ἐπιστάτῃ καὶ ἐπαΐοντι, μᾶλλον σύμπασι τοῖς ἄλλοις.

Κρίτων
ἔστι ταῦτα. [47ξ]

Σωκράτης
εἶεν. ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν λόγους καὶ μηδὲν ἐπαϊόντων, ἆρα οὐδὲν κακὸν πείσεται;γ

Κρίτων
πῶς γὰρ οὔ;

Σωκράτης
τί δ᾽ ἔστι τὸ κακὸν τοῦτο, καὶ ποῖ τείνει, καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος;

Κρίτων
δῆλον ὅτι εἰς τὸ σῶμα: τοῦτο γὰρ διόλλυσι.

Σωκράτης
καλῶς λέγεις. οὐκοῦν καὶ τἆλλα, Κρίτων, οὕτως, ἵνα μὴ πάντα διΐωμεν, καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν βουλὴ ἡμῖν ἐστιν, πότερον τῇ τῶν πολλῶν δόξῃ [47δ] δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτὴν τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον σύμπαντας τοὺς ἄλλους; εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, τῷ μὲν δικαίῳ βέλτιον ἐγίγνετο τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. οὐδέν ἐστι τοῦτο;

Κρίτων
οἶμαι ἔγωγε, Σώκρατες.

Σωκράτης
φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γιγνόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστιν [47ε] διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τοῦτο σῶμα: οὐχί;

Κρίτων
ναί.

Σωκράτης
ἆρ᾽ οὖν βιωτὸν ἡμῖν ἐστιν μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος;

Κρίτων
οὐδαμῶς.

Σωκράτης
ἀλλὰ μετ᾽ ἐκείνου ἄρ᾽ ἡμῖν βιωτὸν διεφθαρμένου, τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅτι ποτ᾽ ἐστὶ τῶν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: