previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[105α] τὸ πῦρ τῷ ψυχρῷ καὶ ἄλλα πάμπολλαἀλλ᾽ ὅρα δὴ εἰ οὕτως ὁρίζῃ, μὴ μόνον τὸ ἐναντίον τὸ ἐναντίον μὴ δέχεσθαι, ἀλλὰ καὶ ἐκεῖνο, ἂν ἐπιφέρῃ τι ἐναντίον ἐκείνῳ, ἐφ᾽ ὅτι ἂν αὐτὸ ἴῃ, αὐτὸ τὸ ἐπιφέρον τὴν τοῦ ἐπιφερομένου ἐναντιότητα μηδέποτε δέξασθαι. πάλιν δὲ ἀναμιμνῄσκου: οὐ γὰρ χεῖρον πολλάκις ἀκούειν. τὰ πέντε τὴν τοῦ ἀρτίου οὐ δέξεται, οὐδὲ τὰ δέκα τὴν τοῦ περιττοῦ, τὸ διπλάσιον. τοῦτο μὲν οὖν καὶ αὐτὸ ἄλλῳ ἐναντίον, ὅμως δὲ τὴν [105β] τοῦ περιττοῦ οὐ δέξεται: οὐδὲ δὴ τὸ ἡμιόλιον οὐδὲ τἆλλα τὰ τοιαῦτα, τὸ ἥμισυ, τὴν τοῦ ὅλου, καὶ τριτημόριον αὖ καὶ πάντα τὰ τοιαῦτα, εἴπερ ἕπῃ τε καὶ συνδοκεῖ σοι οὕτως.

πάνυ σφόδρα καὶ συνδοκεῖ, ἔφη, καὶ ἕπομαι.

πάλιν δή μοι, ἔφη, ἐξ ἀρχῆς λέγε. καὶ μή μοι ἂν ἐρωτῶ ἀποκρίνου, ἀλλὰ μιμούμενος ἐμέ. λέγω δὴ παρ᾽ ἣν τὸ πρῶτον ἔλεγον ἀπόκρισιν, τὴν ἀσφαλῆ ἐκείνην, ἐκ τῶν νῦν λεγομένων ἄλλην ὁρῶν ἀσφάλειαν. εἰ γὰρ ἔροιό με ἂν τί ἐν τῷ σώματι ἐγγένηται θερμὸν ἔσται, οὐ τὴν [105ξ] ἀσφαλῆ σοι ἐρῶ ἀπόκρισιν ἐκείνην τὴν ἀμαθῆ, ὅτι ἂν θερμότης, ἀλλὰ κομψοτέραν ἐκ τῶν νῦν, ὅτι ἂν πῦρ: οὐδὲ ἂν ἔρῃ ἂν σώματι τί ἐγγένηται νοσήσει, οὐκ ἐρῶ ὅτι ἂν νόσος, ἀλλ᾽ ἂν πυρετός: οὐδ᾽ ἂν ἀριθμῷ τί ἐγγένηται περιττὸς ἔσται, οὐκ ἐρῶ ἂν περιττότης, ἀλλ᾽ ἂν μονάς, καὶ τἆλλα οὕτως. ἀλλ᾽ ὅρα εἰ ἤδη ἱκανῶς οἶσθ᾽ ὅτι βούλομαι.

ἀλλὰ πάνυ ἱκανῶς, ἔφη.

ἀποκρίνου δή, δ᾽ ὅς, ἂν τί ἐγγένηται σώματι ζῶν ἔσται;

ὧι ἂν ψυχή, ἔφη. [105δ]

οὐκοῦν ἀεὶ τοῦτο οὕτως ἔχει;

πῶς γὰρ οὐχί; δ᾽ ὅς.

ψυχὴ ἄρα ὅτι ἂν αὐτὴ κατάσχῃ, ἀεὶ ἥκει ἐπ᾽ ἐκεῖνο φέρουσα ζωήν;

ἥκει μέντοι, ἔφη.

πότερον δ᾽ ἔστι τι ζωῇ ἐναντίον οὐδέν;

ἔστιν, ἔφη.

τί;

θάνατος.

οὐκοῦν ψυχὴ τὸ ἐναντίον αὐτὴ ἐπιφέρει ἀεὶ οὐ μή ποτε δέξηται, ὡς ἐκ τῶν πρόσθεν ὡμολόγηται;

καὶ μάλα σφόδρα, ἔφη Κέβης.

τί οὖν; τὸ μὴ δεχόμενον τὴν τοῦ ἀρτίου ἰδέαν τί νυνδὴ ὠνομάζομεν;

ἀνάρτιον, ἔφη.

τὸ δὲ δίκαιον μὴ δεχόμενον καὶ ἂν μουσικὸν μὴ δέχηται; [105ε]

ἄμουσον, ἔφη, τὸ δὲ ἄδικον.

εἶεν: δ᾽ ἂν θάνατον μὴ δέχηται τί καλοῦμεν;

ἀθάνατον, ἔφη.

οὐκοῦν ψυχὴ οὐ δέχεται θάνατον;

οὔ.

ἀθάνατον ἄρα ψυχή.

ἀθάνατον.

εἶεν, ἔφη: τοῦτο μὲν δὴ ἀποδεδεῖχθαι φῶμεν; πῶς δοκεῖ;

καὶ μάλα γε ἱκανῶς, Σώκρατες.

τί οὖν, δ᾽ ὅς, Κέβης; εἰ τῷ ἀναρτίῳ ἀναγκαῖον ἦν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: