previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[76α]

δυνατὸν γὰρ δὴ τοῦτό γε ἐφάνη, αἰσθόμενόν τι ἰδόντα ἀκούσαντα τινα ἄλλην αἴσθησιν λαβόντα ἕτερόν τι ἀπὸ τούτου ἐννοῆσαι ἐπελέληστο, τοῦτο ἐπλησίαζεν ἀνόμοιον ὂν ὅμοιον: ὥστε, ὅπερ λέγω, δυοῖν θάτερα, ἤτοι ἐπιστάμενοί γε αὐτὰ γεγόναμεν καὶ ἐπιστάμεθα διὰ βίου πάντες, ὕστερον, οὕς φαμεν μανθάνειν, οὐδὲν ἀλλ᾽ ἀναμιμνῄσκονται οὗτοι, καὶ μάθησις ἀνάμνησις ἂν εἴη.

καὶ μάλα δὴ οὕτως ἔχει, Σώκρατες.

πότερον οὖν αἱρῇ, Σιμμία; ἐπισταμένους ἡμᾶς γεγονέναι, [76β] ἀναμιμνῄσκεσθαι ὕστερον ὧν πρότερον ἐπιστήμην εἰληφότες ἦμεν;

οὐκ ἔχω, Σώκρατες, ἐν τῷ παρόντι ἑλέσθαι.

τί δέ; τόδε ἔχεις ἑλέσθαι, καὶ πῇ σοι δοκεῖ περὶ αὐτοῦ; ἀνὴρ ἐπιστάμενος περὶ ὧν ἐπίσταται ἔχοι ἂν δοῦναι λόγον οὔ;

πολλὴ ἀνάγκη, ἔφη, Σώκρατες.

καὶ δοκοῦσί σοι πάντες ἔχειν διδόναι λόγον περὶ τούτων ὧν νυνδὴ ἐλέγομεν;

βουλοίμην μεντἄν, ἔφη Σιμμίας: ἀλλὰ πολὺ μᾶλλον φοβοῦμαι μὴ αὔριον τηνικάδε οὐκέτι ἀνθρώπων οὐδεὶς ἀξίως οἷός τε τοῦτο ποιῆσαι. [76ξ]

οὐκ ἄρα δοκοῦσί σοι ἐπίστασθαί γε, ἔφη, Σιμμία, πάντες αὐτά;

οὐδαμῶς.

ἀναμιμνῄσκονται ἄρα ποτε ἔμαθον;

ἀνάγκη.

πότε λαβοῦσαι αἱ ψυχαὶ ἡμῶν τὴν ἐπιστήμην αὐτῶν; οὐ γὰρ δὴ ἀφ᾽ οὗ γε ἄνθρωποι γεγόναμεν.

οὐ δῆτα.

πρότερον ἄρα.

ναί.

ἦσαν ἄρα, Σιμμία, αἱ ψυχαὶ καὶ πρότερον, πρὶν εἶναι ἐν ἀνθρώπου εἴδει, χωρὶς σωμάτων, καὶ φρόνησιν εἶχον.

εἰ μὴ ἄρα ἅμα γιγνόμενοι λαμβάνομεν, Σώκρατες, ταύτας τὰς ἐπιστήμας: οὗτος γὰρ λείπεται ἔτι χρόνος. [76δ]

εἶεν, ἑταῖρε: ἀπόλλυμεν δὲ αὐτὰς ἐν ποίῳ ἄλλῳ χρόνῳ; —οὐ γὰρ δὴ ἔχοντές γε αὐτὰς γιγνόμεθα, ὡς ἄρτι ὡμολογήσαμεν ἐν τούτῳ ἀπόλλυμεν ἐν ᾧπερ καὶ λαμβάνομεν; ἔχεις ἄλλον τινὰ εἰπεῖν χρόνον;

οὐδαμῶς, Σώκρατες, ἀλλὰ ἔλαθον ἐμαυτὸν οὐδὲν εἰπών.

ἆρ᾽ οὖν οὕτως ἔχει, ἔφη, ἡμῖν, Σιμμία; εἰ μὲν ἔστιν θρυλοῦμεν ἀεί, καλόν τέ τι καὶ ἀγαθὸν καὶ πᾶσα τοιαύτη οὐσία, καὶ ἐπὶ ταύτην τὰ ἐκ τῶν αἰσθήσεων πάντα ἀναφέρομεν, [76ε] ὑπάρχουσαν πρότερον ἀνευρίσκοντες ἡμετέραν οὖσαν, καὶ ταῦτα ἐκείνῃ ἀπεικάζομεν, ἀναγκαῖον, οὕτως ὥσπερ καὶ ταῦτα ἔστιν, οὕτως καὶ τὴν ἡμετέραν ψυχὴν εἶναι καὶ πρὶν γεγονέναι ἡμᾶς: εἰ δὲ μὴ ἔστι ταῦτα, ἄλλως ἂν λόγος οὗτος εἰρημένος εἴη; ἆρ᾽ οὕτως ἔχει, καὶ ἴση ἀνάγκη ταῦτά τε εἶναι καὶ τὰς ἡμετέρας ψυχὰς πρὶν καὶ ἡμᾶς γεγονέναι, καὶ εἰ μὴ ταῦτα, οὐδὲ τάδε;

ὑπερφυῶς, Σώκρατες, ἔφη Σιμμίας, δοκεῖ μοι αὐτὴ ἀνάγκη εἶναι, καὶ εἰς καλόν γε καταφεύγει λόγος εἰς


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1966)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: