[145β]
τελευτὴν καὶ μέσον ἔχοι ἂν τὸ ἕν.ἔχοι.ἀλλὰ μὴν τό γε μέσον ἴσον τῶν ἐσχάτων ἀπέχει: οὐ γὰρ ἂν ἄλλως μέσον εἴη.οὐ γάρ.καὶ σχήματος δή τινος, ὡς ἔοικε, τοιοῦτον ὂν μετέχοι ἂν τὸ ἕν, ἤτοι εὐθέος ἢ στρογγύλου ἤ τινος μεικτοῦ ἐξ ἀμφοῖν.μετέχοι γὰρ ἄν.ἆρ᾽ οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ;πῶς;τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου.οὕτω.πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.