[146δ]
εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν.ἔοικεν.τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται;ἀνάγκη.οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθ᾽ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν;πῶς δ᾽ οὔ;ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων.ἕτερον.ὅρα δή: αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρ᾽ οὐκ ἐναντία ἀλλήλοις;πῶς δ᾽ οὔ;ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι;οὐκ ἐθελήσει.εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.