[162ξ]
μεταβολὴν σημαίνει, ὃ ἂν οὕτω τε καὶ μὴ οὕτως ἔχῃ.πῶς δ᾽ οὔ;μεταβολὴ δὲ κίνησις: ἢ τί φήσομεν;κίνησις.οὐκοῦν τὸ ἓν ὄν τε καὶ οὐκ ὂν ἐφάνη;ναί.οὕτως ἄρα καὶ οὐχ οὕτως ἔχον φαίνεται.ἔοικεν.καὶ κινούμενον ἄρα τὸ οὐκ ὂν ἓν πέφανται, ἐπείπερ καὶ μεταβολὴν ἐκ τοῦ εἶναι ἐπὶ τὸ μὴ εἶναι ἔχον.κινδυνεύει.ἀλλὰ μὴν εἰ μηδαμοῦ γέ ἐστι τῶν ὄντων, ὡς οὐκ ἔστιν εἴπερ μὴ ἔστιν, οὐδ᾽ ἂν μεθίσταιτό ποθέν ποι.πῶς γάρ;οὐκ ἄρα τῷ γε
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.