previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[199α] φαίνηται ὡς κάλλιστος καὶ ἄριστος, δῆλον ὅτι τοῖς μὴ γιγνώσκουσινοὐ γὰρ δήπου τοῖς γε εἰδόσινκαὶ καλῶς γ᾽ ἔχει καὶ σεμνῶς ἔπαινος. ἀλλὰ γὰρ ἐγὼ οὐκ ᾔδη ἄρα τὸν τρόπον τοῦ ἐπαίνου, οὐ δ᾽ εἰδὼς ὑμῖν ὡμολόγησα καὶ αὐτὸς ἐν τῷ μέρει ἐπαινέσεσθαι. “ γλῶσσαEur. Hippol. 612 οὖν ὑπέσχετο, “ δὲ φρὴνοὔ: χαιρέτω δή. οὐ γὰρ ἔτι ἐγκωμιάζω τοῦτον τὸν τρόπονοὐ γὰρ ἂν δυναίμηνοὐ μέντοι ἀλλὰ τά γε ἀληθῆ, [199β] εἰ βούλεσθε, ἐθέλω εἰπεῖν κατ᾽ ἐμαυτόν, οὐ πρὸς τοὺς ὑμετέρους λόγους, ἵνα μὴ γέλωτα ὄφλω. ὅρα οὖν, Φαῖδρε, εἴ τι καὶ τοιούτου λόγου δέῃ, περὶ Ἔρωτος τἀληθῆ λεγόμενα ἀκούειν, ὀνομάσει δὲ καὶ θέσει ῥημάτων τοιαύτῃ ὁποία δἄν τις τύχῃ ἐπελθοῦσα.

τὸν οὖν Φαῖδρον ἔφη καὶ τοὺς ἄλλους κελεύειν λέγειν, ὅπῃ αὐτὸς οἴοιτο δεῖν εἰπεῖν, ταύτῃ.

ἔτι τοίνυν, φάναι, Φαῖδρε, πάρες μοι Ἀγάθωνα σμίκρ᾽ ἄττα ἐρέσθαι, ἵνα ἀνομολογησάμενος παρ᾽ αὐτοῦ οὕτως ἤδη λέγω. [199ξ]

ἀλλὰ παρίημι, φάναι τὸν Φαῖδρον, ἀλλ᾽ ἐρώτα. μετὰ ταῦτα δὴ τὸν Σωκράτη ἔφη ἐνθένδε ποθὲν ἄρξασθαι.

καὶ μήν, φίλε Ἀγάθων, καλῶς μοι ἔδοξας καθηγήσασθαι τοῦ λόγου, λέγων ὅτι πρῶτον μὲν δέοι αὐτὸν ἐπιδεῖξαι ὁποῖός τίς ἐστιν Ἔρως, ὕστερον δὲ τὰ ἔργα αὐτοῦ. ταύτην τὴν ἀρχὴν πάνυ ἄγαμαι. ἴθι οὖν μοι περὶ Ἔρωτος, ἐπειδὴ καὶ τἆλλα καλῶς καὶ μεγαλοπρεπῶς διῆλθες οἷός ἐστι, καὶ [199δ] τόδε εἰπέ: πότερόν ἐστι τοιοῦτος οἷος εἶναί τινος Ἔρως ἔρως, οὐδενός; ἐρωτῶ δ᾽ οὐκ εἰ μητρός τινος πατρός ἐστινγελοῖον γὰρ ἂν εἴη τὸ ἐρώτημα εἰ Ἔρως ἐστὶν ἔρως μητρὸς πατρόςἀλλ᾽ ὥσπερ ἂν εἰ αὐτὸ τοῦτο πατέρα ἠρώτων, ἆρα πατήρ ἐστι πατήρ τινος οὔ; εἶπες ἂν δήπου μοι, εἰ ἐβούλου καλῶς ἀποκρίνασθαι, ὅτι ἔστιν ὑέος γε θυγατρὸς πατὴρ πατήρ: οὔ;

πάνυ γε, φάναι τὸν Ἀγάθωνα.

οὐκοῦν καὶ μήτηρ ὡσαύτως; Ὁμολογεῖσθαι καὶ τοῦτο. [199ε]

ἔτι τοίνυν, εἰπεῖν τὸν Σωκράτη, ἀπόκριναι ὀλίγῳ πλείω, ἵνα μᾶλλον καταμάθῃς βούλομαι. εἰ γὰρ ἐροίμην, ‘τί δέ; ἀδελφός, αὐτὸ τοῦθ᾽ ὅπερ ἔστιν, ἔστι τινὸς ἀδελφὸς οὔ;’ φάναι εἶναι.

οὐκοῦν ἀδελφοῦ ἀδελφῆς; Ὁμολογεῖν.

πειρῶ δή, φάναι, καὶ τὸν ἔρωτα εἰπεῖν. Ἔρως ἔρως ἐστὶν οὐδενὸς τινός;

πάνυ μὲν οὖν ἔστιν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. G. Bury)
load focus English (1925)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: