[473α]
Πῶλος
ἄτοπά γε, ὦ Σώκρατες, ἐπιχειρεῖς λέγειν.Σωκράτης
πειράσομαι δέ γε καὶ σὲ ποιῆσαι, ὦ ἑταῖρε, ταὐτὰ ἐμοὶ λέγειν: φίλον γάρ σε ἡγοῦμαι. νῦν μὲν οὖν ἃ διαφερόμεθα ταῦτ᾽ ἐστιν: σκόπει δὲ καὶ σύ. εἶπον ἐγώ που ἐν τοῖς ἔμπροσθεν τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι κάκιον εἶναι.Πῶλος
πάνυ γε.Σωκράτης
σὺ δὲ τὸ ἀδικεῖσθαι.Πῶλος
ναί.Σωκράτης
καὶ τοὺς ἀδικοῦντας ἀθλίους ἔφην εἶναι ἐγώ, καὶ ἐξηλέγχθην ὑπὸ σοῦ.Πῶλος
ναὶ μὰ Δία.