[490ε]
φρονιμώτατον εἰς ταῦτα καὶ βέλτιστον. τὸν σκυτοτόμον ἴσως μέγιστα δεῖ ὑποδήματα καὶ πλεῖστα ὑποδεδεμένον περιπατεῖν.Καλλίκλης
ποῖα ὑποδήματα; φλυαρεῖς ἔχων.Σωκράτης
ἀλλ᾽ εἰ μὴ τὰ τοιαῦτα λέγεις, ἴσως τὰ τοιάδε: οἷον γεωργικὸν ἄνδρα περὶ γῆν φρόνιμόν τε καὶ καλὸν καὶ ἀγαθόν, τοῦτον δὴ ἴσως δεῖ πλεονεκτεῖν τῶν σπερμάτων καὶ ὡς πλείστῳ σπέρματι χρῆσθαι εἰς τὴν αὑτοῦ γῆν.Καλλίκλης
ὡς ἀεὶ ταὐτὰ λέγεις, ὦ Σώκρατες.Σωκράτης
οὐ μόνον γε, ὦ Καλλίκλεις, ἀλλὰ καὶ περὶ τῶν αὐτῶν.