[498β]
μᾶλλον: εἰ δὲ μή, παραπλησίως γε.Σωκράτης
οὐδὲν διαφέρει. χαίρουσιν δ᾽ οὖν καὶ οἱ δειλοί;Καλλίκλης
σφόδρα γε.Σωκράτης
καὶ οἱ ἄφρονες, ὡς ἔοικεν.Καλλίκλης
ναί.Σωκράτης
προσιόντων δὲ οἱ δειλοὶ μόνον λυποῦνται ἢ καὶ οἱ ἀνδρεῖοι;Καλλίκλης
ἀμφότεροι.Σωκράτης
ἆρα ὁμοίως;Καλλίκλης
μᾶλλον ἴσως οἱ δειλοί.Σωκράτης
ἀπιόντων δ᾽ οὐ μᾶλλον χαίρουσιν;Καλλίκλης
ἴσως.Σωκράτης
οὐκοῦν λυποῦνται μὲν καὶ χαίρουσιν καὶ οἱ ἄφρονες καὶ οἱ φρόνιμοι καὶ οἱ δειλοὶ καὶ οἱ ἀνδρεῖοι παραπλησίως,