Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[438β]
του, τὰ μὲν ποιὰ ἄττα ποιοῦ τινός ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὰ δ᾽ αὐτὰ ἕκαστα αὐτοῦ ἑκάστου μόνον.οὐκ ἔμαθον, ἔφη.οὐκ ἔμαθες, ἔφην, ὅτι τὸ μεῖζον τοιοῦτόν ἐστιν οἷον τινὸς εἶναι μεῖζον;πάνυ γε.οὐκοῦν τοῦ ἐλάττονος;ναί.τὸ δέ γε πολὺ μεῖζον πολὺ ἐλάττονος. ἦ γάρ;ναί.ἆρ᾽ οὖν καὶ τὸ ποτὲ μεῖζον ποτὲ ἐλάττονος, καὶ τὸ ἐσόμενον μεῖζον ἐσομένου ἐλάττονος;ἀλλὰ τί μήν; ἦ δ᾽ ὅς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.