previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὃς τότε διελθὼν τὰ κατὰ Περραιβίαν στενὰ καὶ παραγενόμενος πλησίον τῆς Πύδνης τὴν μὲν πόλιν περιεχαράκωσεν ἐκ θαλάττης εἰς θάλατταν, παρὰ δὲ τῶν συμμαχεῖν βουλομένων μετεπέμπετο ναῦς καὶ βέλη παντοδαπὰ καὶ μηχανάς, διανοούμενος πολιορκεῖν τοὺς μετ᾽ Ὀλυμπιάδος καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν. [2] πυθόμενος δ᾽ Αἰακίδην τὸν Ἠπειρωτῶν βασιλέα μετὰ δυνάμεως μέλλειν βοηθήσειν Ὀλυμπιάδι, στρατηγὸν ἐξέπεμψεν Ἀταρρίαν, δοὺς στρατόπεδον καὶ συντάξας ἀπαντᾶν τοῖς Ἠπειρώταις. [3] οὗ ταχὺ τὸ προσταχθὲν ποιήσαντος καὶ τὰς ἐξ Ἠπείρου παρόδους προκαταλαβομένου συνέβη τὸν Αἰακίδην ἄπρακτον γενέσθαι. καὶ γὰρ τὸ πλῆθος τῶν Ἠπειρωτῶν ἀκουσίως ἐστράτευσεν ἐπὶ Μακεδονίας καὶ στάσιν ἐποίει κατὰ τὴν παρεμβολήν: δὲ Αἰακίδης ἐκ παντὸς τρόπου βουλόμενος βοηθεῖν Ὀλυμπιάδι τοὺς μὲν ἀλλοτρίως διακειμένους ἀπέλυσε τῆς στρατείας, τοὺς δὲ συγκινδυνεύειν βουλομένους ἀναλαβὼν προθυμίαν μὲν εἶχε τοῦ διακινδυνεύειν, οὐκ ἀξιόμαχος δ᾽ ἦν ὡς ἂν ὀλίγου καταλελειμμένου τοῦ περὶ αὐτὸν συστήματος. [4] οἱ δὲ χωρισθέντες τῶν Ἠπειρωτῶν εἰς τὰς πατρίδας κατεστασίασαν ἀπόντα τὸν βασιλέα καὶ κοινῷ δόγματι φυγὴν αὐτοῦ καταγνόντες πρὸς Κάσανδρον [p. 61] ἐποιήσαντο συμμαχίαν. ὅπερ οὐδέποτε γενέσθαι συνέβη κατὰ τὴν Ἤπειρον ἀφ᾽ οὗ Νεοπτόλεμος Ἀχιλλέως ἐβασίλευσε τῆς χώρας: ἀεὶ γὰρ παῖς παρὰ πατρὸς διαδεχόμενος τὴν δυναστείαν ἐναπέθνησκε ταῖς βασιλείαις μέχρι τῶνδε τῶν καιρῶν. [5] Κασάνδρου δὲ παραλαβόντος τὴν Ἤπειρον τῇ συμμαχίᾳ καὶ πέμψαντος εἰς αὐτὴν ἐπιμελητὴν ἅμα καὶ στρατηγὸν Λυκίσκον οἱ πρότερον κατὰ Μακεδονίαν διστάζοντες περὶ τῆς συμμαχίας ἀπήλπισαν μὲν τὰ κατ᾽ Ὀλυμπιάδα πράγματα, τῷ δὲ Κασάνδρῳ προσέθεντο. μιᾶς δ᾽ οὔσης αὐτῇ βοηθείας τῆς παρὰ Πολυπέρχοντος συνέβη καὶ ταύτην συντριβῆναι παραδόξως: [6] γὰρ ὑπὸ Κασάνδρου πεμφθεὶς στρατηγὸς Κάλλας ἐπειδὴ πλησίον γενόμενος τοῦ Πολυπέρχοντος κατεστρατοπέδευσεν ἐν τῇ Περραιβίᾳ, διέφθειρε τῶν μετ᾽ αὐτοῦ στρατιωτῶν τοὺς πλείστους χρήμασιν, ὥστε ὀλίγους τοὺς μάλιστα πιστοὺς ἀπολειφθῆναι. αἱ μὲν οὖν Ὀλυμπιάδος ἐλπίδες ἐν ὀλίγῳ χρόνῳ τοῦτον τὸν τρόπον ἐταπεινώθησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: