previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] τὸ δὲ ἄρα οὐ τὸ ὁμόφυλον τῶν στοιχείων μόνον ἀδικεῖ γένος, ἀλλ᾽ ἤδη καὶ πρὸς τὸ ἀνθρώπειον μεταβέβηκε τουτονὶ τὸν τρόπον τὸν γὰρ ἐπιτρέπει γε αὐτοὺς κατ᾽ εὐθὺ φέρεσθαι ταῖς γλώσσαις: μᾶλλον δέ, δικασταί, μεταξὺ γάρ με πάλιν τὰ τῶν ἀνθρώπων πράγματα ἀνέμνησε περὶ τῆς γλώσσης, καὶ ^ ταύτης με τό μέρος ^ ἀπήλασε καὶ γλῶτταν ποιεῖ τὴν γλῶσσαν. γλώσσης ἀληθῶς νόσημα Ταῦ. ἀλλὰ μεταβήσομαι πάλιν ἐπ᾽ ἐκεῖνο καὶ τοῖς ἀνθρώποις συναγορεύσω ὑπὲρ ὧν εἰς αὐτοὺς πλημμελεῖ: δεσμοῖς γάρ τισι στρεβλοῦν καὶ σπαράττειν αὐτῶν τὴν φωνὴν ἐπιχειρεῖ. καὶ μέν τι καλὸν ἰδὼν καλὸν εἰπεῖν αὐτὸ βούλεται, τὸ δὲ παρεισπεσὸν ταλὸν εἰπεῖν αὐτοὺς ἀναγκάζει ἐν ἅπασι προεδρίαν ἔχειν ἀξιοῦν πάλιν ἕτερος περὶ κλήματος διαλέγεται, τὸ δὲτλῆμον γάρ ἐστιν ἀληθῶς - τλῆμα πεποίηκε τὸ κλῆμα. καὶ οὐ μόνον γε τοὺς τυχόντας ἀδικεῖ, ἀλλ᾽ ἤδη καὶ τῷ μεγάλῳ βασιλεῖ, καὶ γῆν καὶ θάλασσαν εἶξαί φασι καὶ τῆς αὑτῶν φύσεως ἐκστῆναι, τὸ δὲ καὶ τούτῳ ἐπιβουλεύει καὶ Κῦρον αὐτὸν ὄντα Τῦρόν τινα ἀπέφηνεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: