This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὀλίγα ἠδικούμην ὑπὸ τουτουὶ τοῦ Ταῦ καταχρωμένου τοῖς ἐμοῖς καὶ καταίροντος ἔνθα μὴ δεῖ, οὐ βαρέως ἔφερον τὴν βλάβην καὶ παρήκουον ἔνια τῶν λεγομένων ὑπὸ τῆς μετριότητος, ἣν ἴστε με φυλάσσοντα πρός τε ὑμᾶς καὶ τὰς ἄλλας συλλαβάς: ἐπεὶ δὲ ἐς τοσοῦτον ἥκει πλεονεξίας τε καὶ ἀνομίας,^ ὥστε ἐφ᾽ οἷς ἡσύχασα πολλάκις οὐκ ἀγαπῶν, ἄλλ᾽ ^ ἤδη καὶ πλείω προσβιάζεται, ἀναγκαίως αὐτὸ εὐθύνω νῦν παρὰ τοῖς ἀμφότερα εἰδόσιν ὑμῖν. δέος δὲ οὐ μικρόν μοι ἐπὶ τούτοις τῆς ἀποθλίψεως ἐπέρχεται τῆς ἐμαυτοῦ: τοῖς γὰρ
[p. 398] προπεπραγμένοις ἀεί τι μεῖζον προστιθὲν ἄρδην
με τῆς οἰκείας ἀποθλίψει χώρας, ὡς ὀλίγου δεῖν ἡσυχίαν ἀγαγόντα μηδὲ ἐν γράμμασιν ἀριθμεῖσθαι, ἐν ἴσῳ δὲ κεῖσθαι τοῦ ψόφου.
δίκαιον οὖν οὐχ ὑμᾶς, οἳ δικάζετε νῦν,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.