previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] μεγάλα ἱρά. τοσούτων δὲ ἐόντων ἐμοὶ δοκέει οὐδὲν τῶν ἐν τῇ ἱρῇ πόλει μέζον ἔμμεναι οὐδὲ νηὸς ἄλλος ἁγιώτερος οὐδὲ χώρη ἄλλη ἱροτέρη. ἔνι δὲ ἐν αὐτῷ καὶ ἔργα πολυτελέα καὶ ἀρχαῖα ἀναθήματα καὶ πολλὰ θωύματα καὶ ξόανα θεοπρεπέα. καὶ θεοὶ δὲ κάρτα αὐτοῖσιν ἐμφανέες: ἱδρώει γὰρ δὴ ὦν παρὰ σφίσι τὰ ξόανα καὶ κινέεται καὶ χρησμηγορέει, καὶ βοὴ δὲ πολλάκις ἐγένετο ἐν τῷ νηῷ κλεισθέντος τοῦ ἱροῦ, καὶ πολλοὶ ἤκουσαν. ναὶ μὴν καὶ ὄλβου πέρι ἐν τοῖσιν ἐγὼ οἶδα πρῶτόν ἐστιν πολλὰ γὰρ αὐτοῖσιν ἀπικνέεται χρήματα ἔκ τε Ἀραβίης καὶ Φοινίκων καὶ Βαβυλωνίων καὶ ἄλλα ἐκ Καππαδοκίης, τὰ δὲ καὶ Κίλικες φέρουσι, τὰ δὲ καὶ Ἀσσύριοι. εἶδον δὲ ἐγὼ καὶ τὰ ἐν τῷ νηῷ λάθρῃ ἀποκέαται, ἐσθῆτα πολλὴν καὶ ἄλλα ὁκόσα ἐς ἄργυρον ἐς χρυσὸν ἀποκέκριται. ὁρταὶ μὲν γὰρ καὶ πανηγύριες οὐδαμοῖσιν ἄλλοισιν ἀνθρώπων τοσαίδε ἀποδεδέχαται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: