previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] ἔστιν δὲ καὶ ἄλλος λόγος ἱρός, τὸν ἐγὼ σοφοῦ ἀνδρὸς ἤκουσα, ὅτι μὲν θεὴ Ῥέη ἐστίν, τὸ δὲ ἱρὸν Ἄττεω ποίημα. Ἄττης δὲ γένος μὲν Λυδὸς ἦν, πρῶτος δὲ τὰ ὄργια τὰ ἐς Ῥέην ἐδιδάξατο. καὶ τὰ Φρύγες καὶ Λυδοὶ καὶ Σαμόθρᾳκες ἐπιτελέουσιν, Ἄττεω πάντα ἔμαθον. ὡς γάρ μιν Ῥέη ἔτεμεν, βίου μὲν ἀνδρηίου ἀπεπαύσατο, μορφὴν δὲ θηλέην ἠμείψατο καὶ ἐσθῆτα γυναικηίην ἐνεδύσατο καὶ ἐς πᾶσαν γῆν φοιτέων ὄργιά τε ἐπετέλεεν καὶ τὰ ἔπαθεν ἀπηγέετο καὶ Ῥέην ἤειδεν. ἐν τοῖσιν καὶ ἐς Συρίην ἀπίκετο. ὡς δὲ οἱ πέρην Εὐφρήτεω ἄνθρωποι οὔτε αὐτὸν οὔτε [p. 358] ὄργια ἐδέκοντο, ἐν τῷδε τῷ χώρῳ τὸ ἱρὸν ἐποιήσατο. σημήια δέ: θεὸς τὰ πολλὰ ἐς Ῥέην ἐπικνέεται λέοντες γάρ μιν φέρουσι καὶ τύμπανον ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πυργοφορέει, ὁκοίην Ῥέην Λυδοὶ ποιέουσιν. ἔλεγεν δὲ καὶ Γάλλων πέρι, οἳ εἰσιν ἐν τῷ ἱρῷ, ὅτι Γάλλοι Ἥρῃ μὲν οὐδαμά, Ῥέῃ δὲ τέμνονται καὶ Ἄττεα μιμέονται. τὰ δέ μοι εὐπρεπέα μὲν δοκέει ἔμμεναι, ἀληθέα δὲ οὔ: ἐπεὶ καὶ τῆς τομῆς ἄλλην αἰτίην ἤκουσα

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: