Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
μέγισται δὲ αὐτοῖσι πανηγύριες αἳ ἐς θάλασσαν νομίζονται. ἀλλ᾽ ἐγὼ τούτων πέρι σαφὲς οὐδὲν ἔχω εἰπεῖν: οὐ γὰρ ἦλθον αὐτὸς οὐδὲ ἐπειρήθην ταύτης τῆς ὁδοιπορίης. τὰ δὲ ἐλθόντες ποιέουσιν, εἶδον καὶ ἀπηγήσομαι. ἀγγήιον ἕκαστος ὕδατι σεσαγμένον φέρουσιν, κηρῷ δὲ τάδε σεσήμανται.
καί μιν οὐκ αὐτοὶ λυσάμενοι χέονται, ἀλλ᾽ ἔστιν ἀλεκτρυὼν ἱρός, οἰκέει δὲ ἐπὶ τῇ λίμνῃ, ὃς ἐπεὶ σφέων δέξηται τὰ ἀγγήια, τήν τε σφρηγῖδα ὁρῇ καὶ μισθὸν ἀρνύμενος ἀνά τε λύει τὸν δεσμὸν καὶ τὸν κηρὸν ἀπαιρέεται: καὶ πολλαὶ μνέες ἐκ τουτέου τοῦ ἔργου τῷ ἀλεκτρυόνι ἀγείρονται. ἔνθεν
δὲ ἐς τὸν νηὸν αὐτοὶ ἐνείκαντες σπένδουσί τε καὶ θύσαντες ὀπίσω ἀπονοστέουσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.