Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
ποιέουσι δὲ καὶ ἄλλο μούνοισι Ἑλλήνων Τροιζηνίοισι ὁμολογέοντες. λέξω δὲ καὶ τὰ ἐκεῖνοι ποιέουσιν. Τροιζήνιοι τῇσι παρθένοισι καὶ τοῖσιν ἠιθέοισι νόμον ἐποιήσαντο μή μιν ἄλλως γάμον ἰέναι, πρὶν Ἱππολύτῳ κόμας κείρασθαι: καὶ ὧδε ποιέουσιν. τοῦτο καὶ ἐν τῇ ἱρῇ πόλει γίγνεται. οἱ μὲν νεηνίαι τῶν γενείων
ἀπάρχονται, τοῖς δὲ νέοισι πλοκάμους ἱροὺς ἐκ γενετῆς ἀπιᾶσιν, τοὺς ἐπεὰν ἐν τῷ ἱρῷ γένωνται,
τάμνουσίν τε καὶ ἐς ἄγγεα καταθέντες οἱ μὲν ἀργύρεα, πολλοὶ δὲ χρύσεα ἐν τῷ νηῷ προσηλώσαντες ἀπίασιν ἐπιγράψαντες ἕκαστοι τὰ
οὐνόματα. τοῦτο καὶ ἐγὼ νέος ἔτι ὢν ἐπετέλεσα,
καὶ ἔτι μευ ἐν τῷ ἱρῷ καὶ ὁ πλόκαμος καὶ τὸ οὔνομα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.