Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸ δ᾽ ὅλον ἐκείνου μοι μέμνησο — πολλάκις
γὰρ τοῦτο ἐρῶ — καὶ μὴ πρὸς τὸ παρὸν μόνον ὁρῶν
γράφε, ὡς οἱ νῦν ἐπαινέσονταί σε καὶ τιμήσουσιν, ἀλλὰ
τοῦ σύμπαντος αἰῶνος ἐστοχασμένος πρὸς τοὺς ἔπειτα
μᾶλλον σύγγραφε καὶ παρ᾽ ἐκείνων ἀπαίτει τὸν μισθὸν
[68]
τῆς γραφῆς, ὡς λέγηται καὶ περὶ σοῦ: ‘ἐκεῖνος μέντοι
ἐλεύθερος ἀνὴρ ἦν καὶ παρρησίας μεστός, οὐδὲν οὔτε
κολακευτικὸν οὔτε δουλοπρεπές, ἀλλ᾽ ἀλήθεια ἐπὶ πᾶσι.’
τοῦτ᾽, εἰ σωφρονοίη τις, ὑπὲρ πάσας τὰς νῦν ἐλπίδας
θεῖτο ἄν, οὕτως ὀλιγοχρονίους οὔσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

