previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ιρις ανδ ποσειδον

1.

Ἶρις
τὴν νῆσον τὴν πλανωμένην, Πόσειδον, ἣν ἀποσπασθεῖσαν τῆς Σικελίας ὕφαλον ἔτι νήχεσθαι συμβέβηκε, ταύτην, φησὶν Ζεύς, στῆσον ἤδη καὶ ἀνάφηνον καὶ ποίησον ἤδη δῆλον ἐν τῷ Αἰγαίῳ μέσῳ βεβαίως μένειν στηρίξας πάνυ ἀσφαλῶς: δεῖται γάρ τι αὐτῆς.

Ποσειδῶν
πεπράξεται ταῦτα, Ἶρι. τίνα δὲ ὅμως παρέξει [315] αὐτῷ τὴν χρείαν ἀναφανεῖσα καὶ μηκέτι πλέουσα;

Ἶρις
τὴν Λητὼ ἐπ᾽ αὐτῆς δεῖ ἀποκυῆσαι: ἤδη γὰρ πονήρως ὑπὸ τῶν ὠδίνων ἔχει.

Ποσειδῶν
τί οὖν; οὐχ ἱκανὸς οὐρανὸς ἐντεκεῖν; εἰ δὲ μὴ οὗτος, ἀλλ᾽ γε γῆ πᾶσα οὐκ ἂν δύναιτο ὑποδέξασθαι τὰς γονὰς αὐτῆς;

Ἶρις
οὔκ, Πόσειδον: Ἥρα γὰρ ὅρκῳ μεγάλῳ κατέλαβε τὴν γῆν, μὴ παρασχεῖν τῇ Λητοῖ τῶν ὠδίνων ὑποδοχήν. τοίνυν νῆσος αὕτη ἀνώμοτός ἐστιν: ἀφανὴς γὰρ ἦν. 2.

Ποσειδῶν
συνίημι. στῆθι, νῆσε, καὶ ἀνάδυθι αὖθις ἐκ τοῦ βυθοῦ καὶ μηκέτι ὑποφέρου, ἀλλὰ βεβαίως μένε καὶ ὑπόδεξαι, εὐδαιμονεστάτη, τοῦ ἀδελφοῦ τα τέκνα δύο, τοὺς καλλίστους τῶν θεῶν: καὶ ὑμεῖς, [p. 129] Τρίτωνες, διαπορθμεύσατε τὴν Λητὼ ἐς αὐτήν: καὶ γαληνὰ ἅπαντα ἔστω. τὸν δράκοντα δέ, ὃς νῦν ἐξοιστρεῖ αὐτὴν φοβῶν, τὰ νεογνὰ ἐπειδὰν τεχθῇ, αὐτίκα μέτεισι καὶ τιμωρήσει τῇ μητρί. σὺ δὲ ἀπάγγελλε τῷ Διὶ πάντα [316] εἶναι εὐτρεπῆ: ἕστηκεν Δῆλος: ἡκέτω Λητὼ ἤδη καὶ τικτέτω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: