Τρύφαινα καὶ Χαρμίδης.
Τρύφαιναἑταίραν δέ τις παραλαβὼν πέντε δραχμὰς τὸ μίσθωμα δοὺς καθεύδει ἀποστραφεὶς δακρύων καὶ στένων; ἀλλ᾽ οὔτε πέπωκας ἡδέως, οἶμαι, οὔτε δειπνῆσαι μόνος ἠθέλησας: ἔκλαες γὰρ καὶ παρὰ τὸ δεῖπνον, ἑώρων γάρ: καὶ νῦν δὲ οὐ διαλέλοιπας ἀνολολύζων ὥς2περ βρέφος. ταῦτα οὖν, ὦ Χαρμίδη, τίνος ἕνεκα ποιεῖς; μὴ ἀποκρύψῃ με, ὡς ἂν καὶ τοῦτο ἀπολαύσω τῆς νυκτὸς ἀγρυπνήσασα μετὰ σοῦ. Χαρμίδης
ἔρως με ἀπόλλυσιν, ὦ Τρύφαινα, καὶ οὐκέτ᾽ ἀντέχω πρὸς τὸ δεινόν. Τρύφαινα
ἀλλ᾽ ὅτι μὲν οὐκ ἐμοῦ ἐρᾷς, δῆλον: οὐ γὰρ ἂν ἔχων με ἠμέλεις καὶ ἀπωθοῦ περιπλέκεσθαι θέλουσαν καὶ τέλος διετείχιζες τὸ μεταξὺ ἡμῶν τῷ ἱματίῳ δεδιὼς μὴ ψαύσαιμί σου. τίς δὲ ὅμως ἐκείνη ἐστίν, εἰπέ: τάχα [p. 309] γὰρ ἄν τι καὶ συντελέσαιμι πρὸ τὸν ἔρωτα, οἶδα γὰρ ὡς χρὴ τὰ τοιαῦτα διακονεῖσθαι. Χαρμίδης
καὶ μὴν οἶσθα καὶ πάνυ ἀκριβῶς αὐτὴν κἀκείνη σέ: οὐ γὰρ ἀφανὴς ἑταίρα ἐστίν. Τρύφαινα
[2] εἰπὲ τοὔνομα, ὦ Χαρμίδη. Χαρμίδης
Φιλημάτιον, ὦ Τρύφαινα. Τρύφαινα
ὁποτέραν λέγεις; δύο γάρ εἰσι: τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δάμυλλος ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν; Χαρμίδης
ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς. [p. 259] Τρύφαινα
οὐκοῦν δι᾽ ἐκείνην ἔκλαες; Χαρμίδης
καὶ μάλα. Τρύφαινα
πολύς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ; Χαρμίδης
οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρῶτον εἶδον αὐτην. Τρύφαινα
εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερά, ἃ εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη; Χαρμίδης
καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν εἰς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν. Τρύφαινα
[3] σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει: τὰ δὲ ἄλλα φενάκη βαθεῖα. περὶ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν ἰδεῖν. Χαρμίδης
οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν. Τρύφαινα
εἰκότως: ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς αὐτῆς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν. ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; [p. 310] ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα; Χαρμίδης
ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρ᾽ ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ᾽ ὧν λυπῆσαι καὶ αὐτὸς θέλων αὐτὴν σὲ παρείληφα. Τρύφαινα
μὰ τὴν Ἀφροδίτην οὐκ ἄν ἧκον, εἴ μοι προεῖπέ τις ὡς ἐπὶ τούτοις παραλαμβανοίμην, λυπῆσαι 17%2 [p. 260] ἄλλην, καὶ ταῦτα Φιλημάτιον τὴν σορόν. ἀλλ᾽ ἄπειμι, καὶ γὰρ ἤδη τρίτον τοῦτο ᾖσεν ἀλεκτρυών. Χαρμίδης
[4] μὴ σύ γε οὕτως ταχέως, ὦ Τρύφαινα: εἰ γὰρ ἀληθῆ ἐστιν ἃ φὴς περὶ Φιληματίου, τὴν πηνήκην καὶ ὅτι βάπτεται καὶ τὸ τῶν ἄλλων ἀλφῶν, οὐδὲ προς2βλέπειν ἂν ἔτι δυναίμην αὐτῇ. Τρύφαινα
ἐροῦ τὴν μητέρα, εἴ ποτε λέλουται μετ᾽ αὐτῆς: περὶ γὰρ τῶν ἐτῶν κἂν ὁ πάππος διηγήσεταί σοι, εἴ γε ζῇ ἔτι. Χαρμίδης
οὐκοῦν ἐπειδὴ τοιαύτη ἐκείνη, ἀφῃρήσθω μὲν ἤδη τὸ διατείχισμα, περιβάλλωμεν δὲ ἀλλήλους καὶ φιλῶμεν καὶ ἀληθῶς συνῶμεν: Φιλημάτιον δὲ πολλὰ χαιρέτω.

