previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κῆρυξ

930ἀλλ᾽ ὡς ἂν εἰδὼς ἐννέπω σαφέστερον,—
καὶ γὰρ πρέπει κήρυκ᾽ ἀπαγγέλλειν τορῶς
ἕκαστα,—πῶς φῶ, πρὸς τίνος τ᾽ ἀφαιρεθεὶς
ἥκειν γυναικῶν αὐτανέψιον στόλον;
οὔτοι δικάζει ταῦτα μαρτύρων ὕπο
935Ἄρης: τὸ νεῖκος δ᾽ οὐκ ἐν ἀργύρου λαβῇ
ἔλυσεν: ἀλλὰ πολλὰ γίγνεται πάρος
πεσήματ᾽ ἀνδρῶν κἀπολακτισμοὶ βίου.

Βασιλεύς

τί σοι λέγειν χρὴ τοὔνομ᾽; ἐν χρόνῳ μαθὼν
εἴσῃ σύ τ᾽ αὐτὸς χοἰ ξυνέμποροι σέθεν.
940ταύτας δ᾽ ἑκούσας μὲν κατ᾽ εὔνοιαν φρενῶν
ἄγοις ἄν, εἴπερ εὐσεβὴς πίθοι λόγος.
τοία δὲ δημόπρακτος ἐκ πόλεως μία
ψῆφος κέκρανται, μήποτ᾽ ἐκδοῦναι βίᾳ
στόλον γυναικῶν: τῶνδ᾽ ἐφήλωται τορῶς
945γόμφος διαμπάξ, ὡς μένειν ἀραρότως.
ταῦτ᾽ οὐ πίναξίν ἐστιν ἐγγεγραμμένα
οὐδ᾽ ἐν πτυχαῖς βίβλων κατεσφραγισμένα,
σαφῆ δ᾽ ἀκούεις ἐξ ἐλευθεροστόμου
γλώσσης. κομίζου δ᾽ ὡς τάχιστ᾽ ἐξ ὀμμάτων.

Κῆρυξ

950ἔοιγμεν ἤδη πόλεμον ἀρεῖσθαι νέον.
εἴη δὲ νίκη καὶ κράτη τοῖς ἄρσεσιν.

Βασιλεύς

ἀλλ᾽ ἄρσενάς τοι τῆσδε γῆς οἰκήτορας
εὑρήσετ᾽ οὐ πίνοντας ἐκ κριθῶν μέθυ.
ὑμεῖς δὲ πᾶσαι σὺν φίλαις ὀπάοσι
955θράσος λαβοῦσαι στείχετ᾽ εὐερκῆ πόλιν,
πύργων βαθείᾳ μηχανῇ κεκλῃμένην.
καὶ δώματ᾽ ἐστὶ πολλὰ μὲν τὰ δήμια,
δεδωμάτωμαι δ᾽ οὐδ᾽ ἐγὼ σμικρᾷ χερί.
ἔνθ᾽ ὑμίν ἐστιν εὐτύκους ναίειν δόμους
960πολλῶν μετ᾽ ἄλλων: εἰ δέ τις μείζων χάρις,
πάρεστιν οἰκεῖν καὶ μονορρύθμους δόμους.
τούτων τὰ λῷστα καὶ τὰ θυμηδέστατα
πάρεστι, λωτίσασθε. προστάτης δ᾽ ἐγὼ
ἀστοί τε πάντες, ὧνπερ ἥδε κραίνεται
965ψῆφος. τί τῶνδε κυριωτέρους μένεις;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Herbert Weir Smyth, Ph. D., 1926)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: