This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[1347β]
τὸ δὲ πλέον ἡ πόλις, καὶ εὐπόρησε χρημάτων. Ἡρακλεῶται πέμποντες ναῦς τετταράκοντα ἐπὶ τοὺς ἐν Βοσπόρῳ τυράννους, οὐκ εὐπορούμενοι χρημάτων παρὰ τῶν ἐμπόρων συνηγόρασαν τόν τε σῖτον πάντα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον καὶ τὴν ἄλλην ἀγοράν χρόνου διισταμένου ἐν ᾧ ἔμελλον ἀποδώσειν τὴν τιμήν. τοῖς δὲ δὴ ἐμπόροις καλῶς εἶχε μὴ κοτυλίζειν, ἀλλ᾽ ἁθρόα τὰ φορτία πεπρᾶσθαι, ἐκεῖνοί τε διδόντες δι᾽ ἄλλην οὐ μισθὸν παρῆγον ἀλλὰ τὴν ἀγορὰν ἐν ὁλκάσι, καὶ ἄνδρα ταμίαν ἐπέστησαν ἐφ᾽ ἑκάστῃ τῶν νεῶν. ἀφικομένων δ᾽ εἰς τὴν πολεμίαν αὐτῶν ἠγόραζον οἱ στρατιῶται παρὰ τούτων ἅπαντα. πρότερον οὖν συνελέγη ἀργύριον ἤ ἐδίδοσαν οἱ στρατηγοὶ πάλιν τὸν μισθόν, ὥστε συνέβαινε ταὐτὸ τὸ ἀργύριον δίδοσθαι ἕως εἰς οἶκον ἀπῆλθον. Λακεδαιμόνιοι Σαμίων δεηθέντων χρήματα αὐτοῖς εἰς τὴν κάθοδον δοῦναι, ἐψηφίσαντο μίαν ἡμέραν καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ τὰ ὑποζύγια νηστεῦσαι, ὅσον δὲ ἐδαπάνα ἕκαστος, τοσοῦτον δοῦναι τοῖς Σαμίοις.
[20]
Χαλκηδόνιοι δέ, ξένων ἐν τῇ πόλει συχνῶν παρ᾽ αὐτοῖς γινομένων, ὀφείλοντες αὐτοῖς μισθὸν οὐκ ἠδύναντο διαλῦσαι. ἀνήγγειλαν οὖν, εἴ τις τῶν πολιτῶν ἢ μετοίκων σῦλον ἔχει κατὰ πόλεως ἢ ἰδιώτου καὶ βούλεται λαβεῖν, ἀπογράψασθαι. ἀπογραψαμένων δὲ συχνῶν, τὰ πλοῖα τὰ πλέοντα εἰς τὸν Πόντον ἐσύλων μετὰ προφάσεως εὐλόγου. ἔταξαν δὲ χρόνον ἐν ᾧ λόγον ὑπὲρ αὐτῶν ἔφασαν ποιήσασθαι. συλλεγέντων δὲ χρημάτων συχνῶν, τοὺς μὲν στρατιώτας ἀπήλλαξαν, ὑπὲρ δὲ τῶν σύλων διεδικάσαντο. τοῖς δὲ μὴ δικαίως συληθεῖσιν ἡ πόλις ἀπὸ τῶν προσόδων ἀπεδίδου. Κυζικηνοὶ δὲ στασιάσαντες πρὸς ἀλλήλους, ἐπικρατήσαντος τοῦ δήμου, τῶν δὲ πλουσίων συνειλημμένων, ὀφείλοντες χρήματα στρατιώταις ἐψηφίσαντο μὴ θανατῶσαι τοὺς συνειλημμένους, ἀλλὰ χρήματα πραξαμένους φυγαδεῦσαι. Χῖοι δέ, νόμου ὄντος αὐτοῖς ἀπογράφεσθαι τὰ χρέα εἰς τὸ δημόσιον, δεηθέντες χρημάτων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

