previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[1350α] κήρυγμα ἐποιήσατο τὰ ἡμίσεα ὧν ἔχει ἕκαστος ἀναφέρειν πρὸς αὑτόν, τὰ δ᾽ ἡμίσεα ἔχειν τὸν λαβόντα: τῷ δὲ μὴ ἀνενέγκαντι θάνατον ἔταξε τὸ ἐπιτίμιον. ὑπολαβόντες δὲ οἱ ναῦται ἀνενεγκόντες τὰ ἡμίσεα τὰ κατάλοιπα ἔχειν, ἀδεῶς ἀνήνεγκαν: δ᾽ ἐπείπερ ἐκεῖνα ἔλαβεν, ἐκέλευσε πάλιν τὰ ἡμίσεα ἀναφέρειν.

Μενδαῖοι δὲ τὰ μὲν ἀπὸ λιμένων καὶ τῶν ἄλλων τελῶν αὐτοῖς προσπορευόμενα ἐχρῶντο εἰς διοίκησιν τῆς πόλεως, τὰ δὲ ἀπὸ τῆς γῆς καὶ οἰκιῶν τέλη οὐκ ἔπραττον, ἀλλ᾽ ἀνέγραφον τοὺς ἔχοντας: ὁπότε δὲ δεηθεῖεν χρημάτων, ἀπεδίδοσαν οι ὀφείλοντες: ἐκέρδαινον οὖν τὸν παρεληλυθότα χρόνον ἀτόκοις τοῖς χρήμασιν ἀποκεχρημένοι.

πολεμοῦντες τὲ πρὸς Ὀλυνθίους καὶ δεόμενοι χρημάτων, ὄντων αὐτοῖς ἀνδραπόδων, ἐψηφίσαντο καταλειπομένων ἑνὶ ἑκάστῳ θήλεος καὶ ἄρρενος τὰ ἄλλα ἀποδόσθαι τῇ πόλει, ὡς ἐκδανεῖσαι τοὺς ἰδιώτας χρήματα.

Καλλίστρατος ἐν Μακεδονίᾳ πωλουμένου τοῦ ἐλλιμενίου ὡς ἐπὶ τὸ πολὺ εἴκοσι ταλάντων, ἐποίησεν εὑρεῖν τὸ διπλάσιον: κατιδὼν γὰρ ὠνουμένους τοὺς εὐπορωτέρους ἀεὶ διὰ τὸ δεῖν ταλαντιαίους καθιστάναι τοὺς ἐγγύους τῶν εἴκοσι ταλάντων, [20] προεκήρυξεν ὠνεῖσθαι τὸν βουλόμενον καὶ τοὺς ἐγγύους καθιστάναι τοῦ τρίτου μέρους καὶ καθ᾽ ὁπόσον ἕκαστος δύνηται πείθειν. Τιμόθεος Ἀθηναῖος πολεμῶν πρὸς Ὀλυνθίους καὶ ἀπορούμενος ἀργυρίου, κόψας χαλκὸν διεδίδου τοῖς στρατιώταις. ἀγανακτούντων δὲ τῶν στρατιωτῶν ἔφη αὐτοῖς τοὺς ἐμπόρους τε καὶ ἀγοραίους ἅπαντα ὡσαύτως πωλήσειν. τοῖς δ᾽ ἐμπόροις προεῖπεν, ὃν ἄν τις λάβῃ χαλκόν, τούτου πάλιν ἀγοράζειν τά τ᾽ ἐκ τῆς χώρας ὤνια καὶ τὰ ἐκ τῶν λειῶν ἀγόμενα: ὃς δ᾽ ἂν περιλειφθῇ αὐτοῖς χαλκός, πρὸς αὐτὸν ἀναφέροντας ἀργύριον λαμβάνειν.

περὶ Κέρκυραν δὲ πολεμῶν καὶ ἀπόρως διακείμενος καὶ τῶν στρατιωτῶν αἰτούντων τοὺς μισθοὺς καὶ ἀπειθούντων αὐτῷ καὶ πρὸς τοὺς ὑπεναντίους φασκόντων ἀποπορεύεσθαι, ἐκκλησίαν συναγαγὼν ἔφησεν οὐ δύνασθαι διὰ τοὺς χειμῶνας παραγενέσθαι αὑτῷ ἀργύριον, ἐπεὶ τοσαύτην εἶναι περὶ αὑτὸν εὐπορίαν, ὥστε τὴν προδεδομένην τριμήνου σιταρχίαν δωρεὰν αὐτοῖς διδόναι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1935)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: