previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πελοπόννησον ἠλευθέρωσε, τοσούτῳ χεῖρον ἐκείνων διακειμένην ὅσῳ τοῖς μὲν μὴ καταφεύγειν ἀπορρηθὲν, τοῖς δὲ μὴ δέχεσθαι, οἱ μὲν διὰ τῆς πόλεως ἄδειαν εὕροντο, οἱ δ᾽ οὐκ εἶχον ὅπως μὴ ποιήσουσι τὸ κελευόμενον: ἕτερον δὲ πρὸ τούτων ἐν μέσῃ τῇ Βοιωτίᾳ τῆς πόλεως ἔργον γίγνεται, καὶ μάλα μέντοι τῆς πόλεως, τῷ μὲν ἀκοῦσαι [p. 188] καὶ τῇ χρείᾳ τῶν ἱκετῶν ὑπὲρ Ἀργείων οἱ τότε ἔπραξαν, τῇ δ᾽ ἀληθείᾳ καὶ τῷ σχήματι τῆς εὐεργεσίας ὑπὲρ τῆς φύσεως ἁπάσης τῆς ἀνθρωπείας κατεπράχθη. ὡς γὰρ ἤκουσαν τοὺς ὑπὸ τῇ Καδμείᾳ δυστυχήσαντας ἀτάφους ἐρρῖφθαι, οὐ φοβηθέντες τὴν ὕβριν τῶν ταῦτα τετολμηκότων οὐδ᾽ οἷα βουλευομένοις περὶ ὧν ἂν κρατήσωσιν ἐπίασιν, ἀλλὰ τὴν μὲν τοῦ νικήσειν ἐλπίδα τῷ συνειδότι τοῦ κρείττονος δόντες, τὴν δ᾽ ὀργὴν ὥσπερ ἂν αὐτοὶ πεπονθότες, οὕτω λαβόντες ὑπὲρ τοῦ κοινοῦ νόμου πρέπουσαν τοῖς μὲν τὴν τιμὴν, τοῖς δὲ τὴν τιμωρίαν ἀπέδοσαν. καὶ μὴν αὐτὸ τοῦτο πρῶτον τὸ πάντας τοὺς ἐν χρείᾳ βοηθείας καταφεύγειν ἐπὶ τὴν πόλιν ὥσπερ ἐκ δυοῖν ποδοῖν ὡς ἀληθῶς καὶ μηδεμίαν τῶν ἄλλων πόλεων ὁρᾶν μέγα καὶ φανερὸν σύμβολόν ἐστι καὶ στήλης ἄμεινον τοῦ προέχειν εὐθὺς ἐξ ἀρχῆς, οὐχ ὅσον λανθάνειν, καὶ μαρτύριόν γε δυοῖν τοῖν καλλίστοιν ἀνδρείας καὶ φιλανθρωπίας, εἰ δὲ βούλει, λέγω δικαιοσύνης ἀντὶ τῆς φιλανθρωπίας. ὥσπερ γὰρ κήρυκες ἅπαντες οὗτοι περὶ αὐτῆς γεγόνασι καὶ τὴν ἀνάρρησιν ἀπ᾽ αὐτῶν τῶν ἔργων πεποίηνται, μήτε μέλειν τισὶ τοῦ δικαίου μᾶλλον τῶν Ἀθηναίων μήτε ἀμείνους εἶναι κωλύειν ὅσα ἂν ἔξω τοῦ καλοῦ γίγνηται, ἀλλ᾽ εἶναι τὰς μὲν ἄλλας πόλεις τῆς [p. 189] Ἀθηναίων δεομένας αὐτὰς ἐφ᾽ αὑτῶν ἀριθμὸν πληρούσας τῇ Ἑλλάδι, τὴν δ᾽ ὡς ἀληθῶς ὥσπερ πόλιν ἐν χωρίοις ἀνέχουσαν ὁμοίαν τῇ κατασκευῇ καὶ τοῖς λογισμοῖς, τῶν μὲν τὰ δίκαια τιμώντων ὀχυρωτέραν, τῶν δὲ τὰς δυνάμεις ἐχόντων ἐπιεικεστέραν, μᾶλλον δὲ τῶν μὲν τὰ δίκαια τιμώντων ἀκριβεστέραν εἰς αὐτὸν τὸν τοῦ δικαίου λόγον, τῶν δὲ ἐπὶ τοῦ βιάζεσθαι δυνατωτέραν εἰς τέλος: ὥστ᾽ ἄμφω


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: