previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σωκράτει τῷ παρ᾽ ὑμῶν: ὥστε καὶ τῆς ἐπὶ τοῖς κοινοῖς καὶ τῆς ἐπὶ τοῖς ἄκροις φιλοτιμίας μετέχειν τὴν πόλιν καὶ μηδὲν εἶναι τῶν ὀνομαστῶν ὅτῳ μὴ τὸ τῶν Ἀθηνῶν ὄνομα ἐπιφημίζεται. εἰ τοίνυν τις ἐρωτῴη ποῖον τῶν ἐν τοῖς Ἕλλησι δικαστηρίων ἐντιμότατον καὶ ἁγιώτατον, τὸ [p. 310] ἐν Ἀρείῳ πάγῳ πάντες ἂν φήσαιεν. ἔθεσι δὲ τίνες κοινοτάτοις καὶ δημοτικωτάτοις ἐχρήσαντο; τῶν Ἀθηναίων πόλις ὁμοίως Ἀθηναίοις τε καὶ πᾶσιν ἀναγκαῖον εἰπεῖν, εἰ τἀληθῆ λέγειν ἐθέλοιεν. καὶ τὸ μὲν διὰ πάντων ἀποδεικνύναι συχνοῦ καὶ λόγου καὶ χρόνου, μόνοι δ᾽ ἁπάντων ἀνθρώπων τρία ταῦτ᾽ ἐνομίσατε: τῶν μὲν ὑπὲρ τῆς πόλεως τελευτησάντων αὐτῶν μὲν ἐπαίνους ἐπὶ ταῖς ταφαῖς καθ᾽ ἕκαστον ἔτος λέγειν, τοὺς δὲ παῖδας δημοσίᾳ τρέφειν ἄχρι ἥβης, καὶ τηνικαῦτα ἀποπέμπειν ἐπὶ τοὺς πατρῴους οἴκους μετὰ τῶν πανοπλιῶν: τοὺς δ᾽ ἀδυνάτους τῶν πολιτῶν δημοσίᾳ τρέφειν. ὥστε καὶ τὴν δύναμιν καὶ τὴν ἀδυναμίαν τιμῶντες ἐδείξατε ὡς ἑκάτερον προσῆκε. ψηφίσματα τοίνυν πόθεν λαμπρότερα φιλανθρωπότερα; ὧν μὲν ἐν τοῖς εἰρημένοις ἐστὶ παραλείπω, ἓν δ᾽ ὡσπερεὶ δείγματος χάριν ἔστω μοι κατὰ παντὸς τοῦ περὶ ταῦτα λόγου, τὸ κατ᾽ Ἀρθμίου τοῦ Ζελείτου νικῆσαν: ὃν, ἐπεὶ τῷ βασιλεῖ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, πολέμιον τοῦ δήμου τοῦ Ἀθηναίων ἐψηφίσαντο αὐτὸν καὶ γένος καὶ ἀτίμους. καίτοι μόνου τούτου πάνθ᾽ ὁμοῦ τὰ τῶν ἄλλων ἀπολείπεται. πρεσβείας τοίνυν πλείστας μὲν ἐδέξατο, πλείστας δ᾽ ἐξέπεμψε. καὶ τοῦτο εἰ μὲν ὅλως ὁμολογεῖται: εἰ δὲ μὴ, τῇ προσθήκῃ μεῖζον γίγνεται, πλείστας γὰρ ὑπὲρ τῶν δεομένων ἀπέστειλεν. ὅσα μὲν [p. 311] οὖν κοινῇ τοὺς Ἕλληνας μὴ πολεμεῖν ἀλλήλοις ἑκάστοτε πείθουσα, τοὺς ἐν χρείᾳ παραμυθουμένη διεπρεσβεύσατο, ἀναγκαῖον παραλιπεῖν διὰ πλῆθος. δυοῖν δὲ κἀνταῦθα


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: