previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[248]

Συνέβη δὲ μετὰ ἔτη δύο τῷ ἑκατοστῷ καὶ τεσσαρακοστῷ καὶ πέμπτῳ ἔτει μηνὸς πέμπτῃ καὶ εἰκάδι, ὃς καλεῖται κατὰ μὲν ἡμᾶς Ἐξελέους, κατὰ δὲ Μακεδόνας Ἀπελλαῖος, ὀλυμπιάδι ἑκατοστῇ καὶ πεντηκοστῇ καὶ τρίτῃ μετὰ πολλῆς δυνάμεως ἀναβῆναι τὸν βασιλέα εἰς Ἱεροσόλυμα καὶ προσποιησάμενον εἰρήνην ἀπάτῃ περιγενέσθαι τῆς πόλεως. [249] ἐφείσατο δὲ τότε οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν διὰ τὸν ἐν τῷ ναῷ πλοῦτον, ἀλλ᾽ ὑπὸ πλεονεξίας, χρυσὸν γὰρ ἑώρα πολὺν ἐν τῷ ἱερῷ καὶ τὸν ἄλλον τῶν ἀναθημάτων κόσμον πολυτελέστατον, ἵνα συλήσῃ τοῦτον, ὑπέμεινε τὰς πρὸς ἐκείνους αὐτῷ σπονδὰς παραβῆναι. [250] περιδύσας οὖν τὸν ναόν, ὡς καὶ τὰ σκεύη τοῦ θεοῦ βαστάσαι λυχνίας χρυσᾶς καὶ βωμὸν χρύσεον καὶ τράπεζαν καὶ τὰ θυσιαστήρια, καὶ μηδὲ τῶν καταπετασμάτων ἀποσχόμενος, ἅπερ ἦν ἐκ βύσσου καὶ κόκκου πεποιημένα, κενώσας δὲ καὶ τοὺς θησαυροὺς τοὺς ἀποκρύφους καὶ μηδὲν ὅλως ὑπολιπών, εἰς μέγα τοὺς Ἰουδαίους ἐπὶ τούτοις πένθος ἐνέβαλεν. [251] καὶ γὰρ τὰς καθημερινὰς θυσίας, ἃς προσέφερον τῷ θεῷ κατὰ τὸν νόμον, ἐκώλυσεν αὐτοὺς προσφέρειν, καὶ διαρπάσας πᾶσαν τὴν πόλιν τοὺς μὲν ἀπέκτεινεν τοὺς δ᾽ αἰχμαλώτους γυναιξὶν ἅμα καὶ τέκνοις ἔλαβεν, ὡς τῶν ζωγρηθέντων περὶ μυρίους γενέσθαι τὸ πλῆθος. [252] ἐνέπρησε δ᾽ αὐτῆς τὰ κάλλιστα καὶ καταβαλὼν τὰ τείχη τὴν ἐν τῇ κάτω πόλει ᾠκοδόμησεν ἄκραν: ἦν γὰρ ὑψηλὴ καὶ ὑπερκειμένη τὸ ἱερόν: καὶ διὰ τοῦτο αὐτὴν ὀχυρώσας τείχεσιν ὑψηλοῖς καὶ πύργοις φρουρὰν Μακεδονικὴν ἐγκατέστησεν. ἔμενον δ᾽ οὐδὲν ἧττον ἐν τῇ ἄκρᾳ καὶ τοῦ πλήθους οἱ ἀσεβεῖς καὶ πονηροὶ τὸν τρόπον, ὑφ᾽ ὧν πολλὰ καὶ δεινὰ τοὺς πολίτας συνέβη παθεῖν. [253] ἐποικοδομήσας δὲ καὶ τῷ θυσιαστηρίῳ βωμὸν βασιλεὺς σύας ἐπ᾽ αὐτοῦ κατέσφαξε, θυσίαν οὐ νόμιμον οὐδὲ πάτριον τῇ Ἰουδαίων θρησκείᾳ ταύτην ἐπιτελῶν. ἠνάγκασε δ᾽ αὐτοὺς ἀφεμένους τὴν περὶ τὸν αὐτῶν θεὸν θρησκείαν τοὺς ὑπ᾽ αὐτοῦ νομιζομένους σέβεσθαι, οἰκοδομήσαντας δὲ ἐν ἑκάστῃ πόλει καὶ κώμῃ τεμένη αὐτῶν καὶ βωμοὺς καθιδρύσαντας θύειν ἐπ᾽ αὐτοῖς σῦς καθ᾽ ἡμέραν. [254] ἐκέλευσε δὲ καὶ μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα, κολάσειν ἀπειλήσας εἴ τις παρὰ ταῦτα ποιῶν εὑρεθείη. κατέστησε δὲ καὶ ἐπισκόπους, οἳ προσαναγκάσουσιν αὐτοὺς τὰ ἐπεσταλμένα ποιεῖν. [255] καὶ πολλοὶ μὲν τῶν Ἰουδαίων οἱ μὲν ἑκοντὶ οἱ δὲ καὶ δι᾽ εὐλάβειαν τῆς ἐπηγγελμένης τιμωρίας κατηκολούθουν οἷς βασιλεὺς διετέτακτο, οἱ δὲ δοκιμώτατοι καὶ τὰς ψυχὰς εὐγενεῖς οὐκ ἐφρόντισαν αὐτοῦ, τῶν δὲ πατρίων ἐθῶν πλείονα λόγον ἔσχον τῆς τιμωρίας, ἣν οὐ πειθομένοις ἠπείλησεν αὐτοῖς, καὶ διὰ τοῦτο κατὰ πᾶσαν ἡμέραν αἰκιζόμενοι καὶ πικρὰς βασάνους ὑπομένοντες ἀπέθνησκον. [256] καὶ γὰρ μαστιγούμενοι καὶ τὰ σώματα λυμαινόμενοι ζῶντες ἔτι καὶ ἐμπνέοντες ἀνεσταυροῦντο, τὰς δὲ γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν, οὓς περιέτεμνον παρὰ τὴν τοῦ βασιλέως προαίρεσιν, ἀπῆγχον ἐκ τῶν τραχήλων αὐτοὺς τῶν ἀνεσταυρωμένων γονέων ἀπαρτῶντες. ἠφανίζετο δ᾽ εἴ που βίβλος εὑρεθείη ἱερὰ καὶ νόμος, καὶ παρ᾽ οἷς εὑρέθη καὶ αὐτοὶ κακοὶ κακῶς ἀπώλλυντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: