previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[354]

Ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ βασιλεὺς Ἀντίοχος τὴν ἄνω χώραν ἐπερχόμενος ἀκούει πόλιν ἐν τῇ Περσίδι πλούτῳ διαφέρουσαν Ἐλυμαΐδα τοὔνομα καὶ πολυτελὲς ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ καὶ παντοδαπῶν ἀναθημάτων πλῆρες εἶναι ἔτι γε μὴν ὅπλα καὶ θώρακας, καταλιπεῖν ἐπυνθάνετο τὸν υἱὸν τὸν Φιλίππου βασιλέα δὲ Μακεδόνων Ἀλέξανδρον. [355] κινηθεὶς οὖν ὑπὸ τούτων ὥρμησεν ἐπὶ τὴν Ἐλυμαΐδα καὶ προσβαλὼν αὐτὴν ἐπολιόρκει. τῶν δ᾽ ἐν αὐτῇ μὴ καταπλαγέντων τὴν ἔφοδον αὐτοῦ μηδὲ τὴν πολιορκίαν, ἀλλὰ καρτερῶς ἀντισχόντων ἀποκρούεται τῆς ἐλπίδος: ἀπωσάμενοι γὰρ ἀπὸ τῆς πόλεως καὶ ἐπεξελθόντες ἐδίωξαν, ὥστ᾽ αὐτὸν ἐλθεῖν εἰς Βαβυλῶνα φεύγοντα καὶ πολλοὺς ἀποβαλόντα τῆς στρατιᾶς. [356] λυπουμένῳ δ᾽ ἐπὶ τῇ διαμαρτίᾳ ταύτῃ προσαγγέλλουσίν τινες καὶ τὴν τῶν στρατηγῶν ἧτταν, οὓς πολεμήσοντας τοῖς Ἰουδαίοις καταλελοίπει, καὶ τὴν ἰσχὺν ἤδη τὴν τῶν Ἰουδαίων. [357] προσγενομένης οὖν καὶ τῆς περὶ τούτων φροντίδος τῇ προτέρᾳ συγχυθεὶς ὑπὸ ἀθυμίας εἰς νόσον κατέπεσεν, ἧς μηκυνομένης καὶ αὐξανόντων τῶν παθῶν συνείς, ὅτι μέλλοι τελευτᾶν, συγκαλεῖ τοὺς φίλους καὶ τήν τε νόσον αὐτοῖς χαλεπὴν οὖσαν ἐμήνυε καὶ ὅτι ταῦτα πάσχει κακώσας τὸ τῶν Ἰουδαίων ἔθνος παρεδήλου συλήσας τὸν ναὸν καὶ τοῦ θεοῦ καταφρονήσας, καὶ ταῦτα λέγων ἐξέπνευσεν. [358] ὥστε θαυμάζειν Πολύβιον τὸν Μεγαλοπολίτην, ὃς ἀγαθὸς ὢν ἀνὴρ ἀποθανεῖν λέγει τὸν Ἀντίοχον βουληθέντα τὸ τῆς ἐν Πέρσαις Ἀρτέμιδος ἱερὸν συλῆσαι: τὸ γὰρ μηκέτι ποιῆσαι τὸ ἔργον βουλευσάμενον οὐκ ἔστιν τιμωρίας ἄξιον. [359] εἰ δὲ διὰ τοῦτο Πολυβίῳ δοκεῖ καταστρέψαι τὸν βίον Ἀντίοχον οὕτως, πολὺ πιθανώτερον διὰ τὴν ἱεροσυλίαν τοῦ ἐν Ἱεροσολύμοις ναοῦ τελευτῆσαι τὸν βασιλέα. ἀλλὰ περὶ μὲν τούτου οὐ διαφέρομαι τὴν ὑπὸ τοῦ Μεγαλοπολίτου λεγομένην αἰτίαν ταύτην ὑφ᾽ ἡμῶν ἀληθῆ νομιζόντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: