previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[12]

δὲ Βακχίδης γνοὺς τὸν Ἰωνάθην ἐν τοῖς ἕλεσι τοῦ Ἰορδάνου κατεστρατοπεδευμένον παραφυλάξας τὴν τῶν σαββάτων ἡμέραν ἐπ᾽ αὐτὸν ἧκεν ὡς οὐ μαχούμενον ἐκείνῃ διὰ τὸν νόμον. [13] δὲ παρορμήσας τοὺς ἑταίρους καὶ περὶ τῶν ψυχῶν αὐτοῖς εἶναι τὸν κίνδυνον εἰπὼν μέσοις ἀπειλημμένοις τοῦ τε ποταμοῦ καὶ τῶν πολεμίων ὡς φυγὴν οὐκ ἔχουσιν, οἱ μὲν γὰρ ἔμπροσθεν ἐπῄεσαν ποταμὸς δ᾽ ἦν κατόπιν αὐτῶν, εὐξάμενος δὲ καὶ τῷ θεῷ νίκην αὐτοῖς παρασχεῖν συνάπτει τοῖς πολεμίοις. [14] ὧν πολλοὺς καταβαλὼν ἐπεὶ τολμηρῶς εἶδεν ἐπερχόμενον αὐτῷ τὸν Βακχίδην, ἐξέτεινε τὴν δεξιὰν ὡς πλήξων αὐτόν. τοῦ δὲ προϊδομένου καὶ τὴν πληγὴν ἐκκλίναντος ἀποπηδήσας μετὰ τῶν ἑταίρων εἰς τὸν ποταμὸν διενήξατο, καὶ τοῦτον διασώζονται τὸν τρόπον εἰς τὸ πέραν τοῦ Ἰορδάνου, τῶν πολεμίων οὐκέτι τὸν ποταμὸν ἀντιδιαβάντων ὑποστρέψαντος εὐθὺς τοῦ Βακχίδου εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν. [15] ἀπέβαλεν δὲ τῆς στρατιᾶς ὡς περὶ δισχιλίους. πολλὰς δὲ τῆς Ἰουδαίας καταλαβόμενος πόλεις Βακχίδης ὠχύρωσεν, καὶ τὴν Ἱεριχοῦντα καὶ Ἀμμαοῦν καὶ Βαιθωροῦν καὶ Βέθηλα καὶ Θαμναθὰ καὶ Φαραθὼ καὶ Τοχόαν καὶ Γάζαρα, [16] καὶ πύργους ἐν ἑκάστῃ τῶν πόλεων οἰκοδομήσας καὶ τείχη περιβαλὼν αὐταῖς καρτερὰ καὶ τῷ μεγέθει διαφέροντα δύναμιν εἰς αὐτὰς κατέστησεν, ὅπως κακοῦν ἐκεῖθεν ὁρμώμενοι τοὺς Ἰουδαίους ἔχωσιν. [17] μάλιστα δὲ τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὠχύρωσεν. λαβὼν δὲ καὶ τοὺς τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους εἰς τὴν ἄκραν αὐτοὺς ἐνέκλεισεν καὶ τοῦτον ἐφύλαττεν τὸν τρόπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: