previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[174]

Οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ τὴν γεγενημένην ἧτταν ἀναμαχέσασθαι βουλόμενοι, πλείω τῆς προτέρας δύναμιν συναγαγόντες ἦλθον ἐπὶ τὸν Ἰωνάθην. δὲ ἐπιόντας πυθόμενος ὀξέως ἀπήντησεν αὐτοῖς εἰς τὴν Ἀμαθῖτιν: οὐ γὰρ ἔγνω σχολὴν αὐτοῖς παρασχεῖν, ὥστ᾽ εἰς τὴν Ἰουδαίαν ἐμβαλεῖν. [175] στρατοπεδευσάμενος δὲ τῶν πολεμίων ἄπωθεν σταδίοις πεντήκοντα πέμπει τοὺς κατοψομένους αὐτῶν τὴν παρεμβολὴν καὶ πῶς εἶεν ἐστρατοπεδευκότες. τῶν δὲ κατασκόπων πάντ᾽ αὐτῷ φρασάντων καί τινας συλλαβόντων νυκτός, οἳ αὐτοῖς μέλλειν ἐπιτίθεσθαι τοὺς πολεμίους ἐμήνυον, προγνοὺς ἠσφαλίσατο, [176] προφυλακάς τε ποιησάμενος ἔξω τοῦ στρατοπέδου καὶ τὴν δύναμιν δι᾽ ὅλης τῆς νυκτὸς ἐν τοῖς ὅπλοις ἔχων ἅπασαν καὶ παρηγγελκὼς αὐτοῖς τὰς ψυχὰς ἐρρωμένους εἶναι καὶ ταῖς διανοίαις οὕτως ἔχειν, ὡς καὶ διὰ τῆς νυκτὸς εἰ δεήσειε μαχεσομένους, ὥστε μὴ λαθεῖν αὐτῶν τὴν προαίρεσιν. [177] οἱ δὲ τοῦ Δημητρίου στρατηγοὶ πυθόμενοι τὸν Ἰωνάθην ἐγνωκότα οὐκέτι τὴν γνώμην ἦσαν ὑγιεῖς, ἀλλ᾽ ἐτάραττεν αὐτοὺς τὸ καταφώρους τοῖς ἐχθροῖς γεγονέναι καὶ μηδενὶ προσδοκᾶν αὐτῶν ἐπικρατήσειν ἑτέρῳ τῆς ἐπιβουλῆς διημαρτημένης: ἐκ γὰρ τοῦ φανεροῦ διακινδυνεύοντες οὐκ ἐνόμιζον εἶναι τοῖς Ἰωνάθου ἀξιόμαχοι. [178] φυγὴν οὖν ἐβουλεύσαντο, καὶ πυρὰ καύσαντες πολλά, ὡς ὁρῶντες οἱ πολέμιοι μένειν αὐτοὺς ὑπολάβοιεν, ἀνεχώρησαν. δὲ Ἰωνάθης ἕωθεν προσμίξας αὐτῶν τῷ στρατοπέδῳ καὶ καταλαβὼν ἔρημον αὐτό, συνεὶς ὅτι πεφεύγασιν ἐδίωκεν. [179] οὐ μέντοι φθάνει καταλαβεῖν: ἤδη γὰρ τὸν Ἐλεύθερον ποταμὸν διαβεβηκότες ἦσαν ἐν ἀσφαλεῖ. ποιησάμενος οὖν ἐκεῖθεν τὴν ὑποστροφὴν εἰς τὴν Ἀραβίαν καὶ πολεμήσας τοὺς Ναβατηνοὺς καὶ πολλὴν αὐτῶν λείαν ἀπελάσας καὶ λαβὼν αἰχμαλώτους ἐλθὼν εἰς Δαμασκὸν ἐκεῖ πάντα ἀπέδοτο. [180] ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν καὶ Σίμων ἀδελφὸς αὐτοῦ τὴν Ἰουδαίαν ἅπασαν ἐπελθὼν καὶ τὴν Παλαιστίνην ἕως Ἀσκάλωνος ἠσφαλίσατο φρουρίοις, καὶ ποιήσας ταῦτα καὶ τοῖς οἰκοδομήμασιν ὀχυρώτατα καὶ ταῖς φυλακαῖς ἦλθεν εἰς Ἰόππην καὶ καταλαβόμενος αὐτὴν εἰσήγαγεν μεγάλην φρουράν: ἤκουσε γὰρ τοὺς Ἰοππηνοὺς βουλομένους τοῖς Δημητρίου στρατηγοῖς παραδοῦναι τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: