previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[135]

Ἀντιοχεῖς δὲ μισοῦντες τὸν Δημήτριον ὑπὲρ ὧν πεπόνθεισαν ὑπ᾽ αὐτοῦ κακῶς, ἀπεχθανόμενοι δ᾽ αὐτῷ καὶ διὰ τὸν πατέρα Δημήτριον πολλὰ εἰς αὐτοὺς ἐξαμαρτόντα, καιρὸν ἐπετήρουν λαβεῖν καθ᾽ ὃν ἐπιθοῖντο αὐτῷ. [136] νοήσαντες δὲ συμμαχίαν παροῦσαν παρὰ Ἰωνάθου τῷ Δημητρίῳ καὶ συμφρονήσαντες, ὅτι πολλὴν ἀθροίσει δύναμιν, εἰ μὴ φθάσαντες προκαταλάβοιεν αὐτόν, ἁρπάσαντες τὰ ὅπλα καὶ περιστάντες τοῖς βασιλείοις αὐτοῦ τρόπῳ πολιορκίας καὶ τὰς ἐξόδους διαλαβόντες ἐζήτουν χειρώσασθαι τὸν βασιλέα. [137] δὲ τὸν δῆμον ὁρῶν τὸν τῶν Ἀντιοχέων ἐκπεπολεμωμένον πρὸς αὐτὸν καὶ ἐν ὅπλοις ὄντα, παραλαβὼν τοὺς μισθοφόρους καὶ τοὺς πεμφθέντας ὑπὸ Ἰωνάθου Ἰουδαίους συμβάλλει τοῖς Ἀντιοχεῦσιν καὶ βιασθεὶς ὑπ᾽ αὐτῶν, πολλαὶ γὰρ ἦσαν μυριάδες, ἡττᾶται. [138] βλέποντες δὲ τοὺς Ἀντιοχεῖς κρατοῦντας οἱ Ἰουδαῖοι ἐπὶ τὰς στέγας τῶν βασιλείων ἀναβάντες ἐκεῖθεν ἔβαλλον τοὺς Ἀντιοχεῖς, καὶ τοῦ μὲν αὐτοί τι πάσχειν ὑπ᾽ αὐτῶν ὄντες πορρωτάτω διὰ τὸ ὕψος, ποιοῦντες δ᾽ αὐτοὺς κακῶς διὰ τὸ ἄνωθεν μάχεσθαι τῶν σύνεγγυς αὐτοὺς οἰκιῶν ἀπώσαντο. [139] καὶ ταύταις μὲν εὐθὺς πῦρ ἐνῆκαν, δὲ φλὸξ ἐφ᾽ ὅλην διατείνουσα τὴν πόλιν πυκνῶν τῶν οἰκιῶν οὐσῶν καὶ τὰ πλεῖστα ἐκ ξύλων ᾠκοδομημένων πᾶσαν αὐτὴν ἐνέμετο. [140] οἱ δ᾽ Ἀντιοχεῖς μὴ δυνάμενοι βοηθῆσαι μηδὲ κρατῆσαι τοῦ πυρὸς εἰς φυγὴν ἐτράπησαν. τῶν δὲ Ἰουδαίων ἀπὸ δώματος ἐπὶ δῶμα διαπηδώντων καὶ τοῦτον αὐτοὺς διωκόντων τὸν τρόπον παράδοξον συνέβη γενέσθαι τὴν δίωξιν. [141] δὲ βασιλεὺς ὁρῶν τοὺς Ἀντιοχεῖς σῶσαι τὰ τέκνα καὶ τὰς γυναῖκας ἐσπουδακότας καὶ διὰ τοῦτο μηκέτι μαχομένους δι᾽ ἄλλων αὐτοῖς ἐπιτίθεται στενωπῶν, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, ὡς ἀναγκασθῆναι ῥῖψαι τὰς πανοπλίας καὶ παραδοῦναι αὑτοὺς τῷ Δημητρίῳ. [142] συγγνοὺς δ᾽ αὐτοῖς τῶν τετολμημένων καταπαύει τὴν στάσιν. δωρησάμενος δὲ τοῖς Ἰουδαίοις τὰς ἐκ τῶν σκύλων ὠφελείας καὶ ὡς αἰτιωτάτοις τῆς νίκης αὐτῷ γεγενημένοις εὐχαριστήσας ἀπέπεμψεν εἰς Ἱεροσόλυμα πρὸς Ἰωνάθην μαρτυρῶν αὐτῷ τῆς συμμαχίας. [143] ὕστερον δὲ πονηρὸς εἰς αὐτὸν ἐγένετο καὶ τὰς ὑποσχέσεις διεψεύσατο καὶ πόλεμον ἠπείλησεν, εἰ μὴ τοὺς φόρους αὐτῷ πάντας ἀποδώσει, οὓς ὤφειλεν τὸ τῶν Ἰουδαίων ἔθνος ἀπὸ τῶν πρώτων βασιλέων. καὶ ταῦτ᾽ ἐποίησεν ἄν, εἰ μὴ Τρύφων αὐτὸν ἐπέσχεν καὶ τὴν ἐπὶ τὸν Ἰωνάθην αὐτοῦ παρασκευὴν ἀντιμετέσπασεν εἰς τὰς περὶ αὐτοῦ φροντίδας. [144] ὑποστρέψας γὰρ ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν μετὰ τοῦ παιδὸς Ἀντιόχου, μειράκιον δ᾽ ἦν οὗτος τὴν ἡλικίαν, περιτίθησιν αὐτῷ τὸ διάδημα. καὶ προσχωρήσαντος τοῦ στρατιωτικοῦ παντός, καταλελοίπει τὸν Δημήτριον διὰ τὸ μὴ τυγχάνειν μισθῶν, πόλεμον ἐκφέρει πρὸς τὸν Δημήτριον, καὶ συμβαλὼν αὐτῷ κρατεῖ τῇ μάχῃ καὶ τούς τε ἐλέφαντας καὶ τὴν τῶν Ἀντιοχέων πόλιν λαμβάνει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: