previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[187]

Τρύφων δ᾽ ἐπειδὴ τὰ περὶ τὸν Δημήτριον ἔγνω τοιοῦτο λαβόντα τέλος οὐκέτ᾽ ἦν Ἀντιόχῳ βέβαιος, ἀλλ᾽ ἐπεβούλευεν ὥστ᾽ αὐτὸν ἀποκτείνας τὴν βασιλείαν αὐτὸς κατασχεῖν. ἐνεπόδιζέ γε μὴν αὐτοῦ τὴν προαίρεσιν ταύτην παρὰ Ἰωνάθου φόβος φίλου τυγχάνοντος Ἀντιόχῳ, καὶ διὰ τοῦτ᾽ ἐκποδὼν ποιήσασθαι τὸν Ἰωνάθην πρῶτον ἔγνω καὶ τότε τοῖς περὶ τὸν Ἀντίοχον ἐγχειρεῖν. [188] ἀπάτῃ δ᾽ αὐτὸν καὶ δόλῳ κρίνας ἀνελεῖν εἰς Βαιθσὰν ἐκ τῆς Ἀντιοχείας παραγίνεται τὴν καλουμένην ὑφ᾽ Ἑλλήνων Σκυθόπολιν, εἰς ἣν μετὰ τεσσάρων αὐτῷ μυριάδων Ἰωνάθης ἀπήντησεν ἐπιλέκτου στρατοῦ: πολεμήσοντα γὰρ αὐτὸν ἥκειν ὑπελάμβανεν. [189] δ᾽ ἕτοιμον εἰς μάχην γνοὺς τὸν Ἰωνάθην ὑπέρχεται δώροις αὐτὸν καὶ φιλοφρονήσει, καὶ τοῖς ἡγεμόσιν αὐτοῦ πειθαρχεῖν Ἰωνάθῃ προσέταξεν, τούτοις πιστώσασθαι βουλόμενος εὔνοιαν καὶ πᾶσαν ὑπόνοιαν ἐξελεῖν εἰς τὸ καταφρονήσαντα λαβεῖν ἀφύλακτον οὐδὲν προορώμενον. [190] τήν τε στρατιὰν συνεβούλευεν ἀπολῦσαι: καὶ γὰρ νῦν οὐ δεόντως αὐτὴν ἐπάγεσθαι, πολέμου μὲν οὐκ ὄντος, εἰρήνης δὲ ἐχούσης τὰ πράγματα: κατασχόντα μέντοι γε περὶ αὐτὸν ὀλίγους εἰς Πτολεμαΐδα συνελθεῖν παρεκάλει: παραδώσειν γὰρ αὐτῷ τὴν πόλιν τά τε ἄλλα πάνθ᾽ ὅσα κατὰ τὴν χώραν ἐστὶν ὀχυρώματα ποιήσειν ἐπ᾽ αὐτῷ: καὶ γὰρ τούτων ἕνεκα παρεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: