previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[462]

Τότε μὲν οὖν βασιλεύς, ὀψία γὰρ ἦν, δειπνοποιεῖσθαι κελεύει τοὺς στρατιώτας, αὐτὸς δέ, ἐκεκμήκει γάρ, εἰσελθὼν εἴς τι δωμάτιον περὶ λουτρὸν ἦν. ἔνθα καὶ κίνδυνος αὐτῷ μέγιστος συνέπεσεν, ὃν κατὰ θεοῦ πρόνοιαν διέφυγεν: [463] γυμνοῦ γὰρ ὄντος αὐτοῦ καὶ μετὰ παιδὸς ἑνὸς ἀκολούθου λουομένου ἐν τῷ ἐντὸς οἰκήματι τῶν πολεμίων τινὲς ὡπλισμένοι συμπεφευγότες αὐτόθι διὰ φόβον μεταξὺ λουομένου πρῶτος ὑπεξέρχεται ξίφος ἔχων γυμνὸν καὶ διὰ θυρῶν χωρεῖ, καὶ μετὰ τοῦτον δεύτερος καὶ τρίτος ὁμοίως ὡπλισμένοι, οὐδὲν βλάψαντες τὸν βασιλέα ὑπ᾽ ἐκπλήξεως, ἀγαπῶντες δὲ τὸ μηδὲν αὐτοὶ παθόντες εἰς τὸ πρόσθεν διεκπεσεῖν. [464] τῇ δ᾽ ὑστεραίᾳ τὴν μὲν Πάππου κεφαλήν, ἀνῄρητο γάρ, ἀποκόψας Φερώρᾳ ἔπεμψεν ποινὴν ἀνθ᾽ ὧν ἀδελφὸς αὐτοῦ πάθοι: οὗτος γὰρ ἦν αὐτόχειρ ἐκείνου γεγενημένος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: