previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[413]

Ἡρώδῃ δ᾽ οὐκ ἐδόκει μένειν ἐφ᾽ ἡσυχίας, ἀλλ᾽ ἐπὶ τὴν Ἰδουμαίαν τὸν ἀδελφὸν Ἰώσηπον σὺν δισχιλίοις ὁπλίταις καὶ τετρακοσίοις ἱππεῦσιν ἐξέπεμψεν, αὐτὸς δ᾽ εἰς Σαμάρειαν παραγενόμενος καὶ καταθέμενος αὐτόθι τήν τε μητέρα καὶ τοὺς συγγενεῖς ἐξεληλυθότας ἤδη ἐκ τῶν Μασάδων ἐπὶ Γαλιλαίας ᾤχετο ἐξαιρήσων τινὰ τῶν χωρίων ὑπ᾽ Ἀντιγόνου φρουραῖς κατειλημμένα. [414] διελθὼν δὲ εἰς Σέπφωριν νίφοντος τοῦ θεοῦ καὶ τῶν Ἀντιγόνου φρουρῶν ὑπεξελθόντων ἐν ἀφθόνοις ἦν τοῖς ἐπιτηδείοις. [415] εἶτ᾽ ἐκεῖθεν λῃστῶν τινων ἐν σπηλαίοις κατοικούντων ἱππέων ἐπ᾽ αὐτοὺς ἴλην ἐκπέμπει καὶ ὁπλιτικοῦ τρία τέλη παῦσαι κακουργοῦντας ἐγνωκώς: [416] ἔγγιστα δ᾽ ἦν ταῦτα κώμης Ἀρβήλων λεγομένης. εἰς δὲ τεσσαρακοστὴν ἡμέραν αὐτὸς ἧκεν πανστρατιᾷ, καὶ θρασέως ἐξελθόντων τῶν πολεμίων κλίνεται μὲν τὸ εὐώνυμον αὐτῶν κέρας τῆς φάλαγγος, ἐπιφανεὶς δ᾽ αὐτὸς μετὰ στίφους τρέπει μὲν εἰς φυγὴν τοὺς πάλαι νικῶντας, ἀναστρέφει δὲ τοὺς φεύγοντας. [417] ἐνέκειτο δὲ διώκων τοὺς πολεμίους ἄχρι Ἰορδάνου ποταμοῦ φεύγοντας κατ᾽ ἄλλας ὁδούς, καὶ προσάγεται μὲν πᾶσαν τὴν Γαλιλαίαν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων, διανέμει δὲ καὶ ἀργύριον κατ᾽ ἄνδρα δοὺς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, τοῖς δὲ ἡγεμόσιν πολὺ πλέον, εἰς τὰ χειμάδια διέπεμψεν. [418] καὶ ἐν τούτῳ Σίλων ἧκεν παρ᾽ αὐτὸν καὶ οἱ ἡγεμόνες τῶν ἐν τοῖς χειμαδίοις Ἀντιγόνου τροφὰς παρέχειν οὐ θέλοντος: μῆνα γὰρ οὐ πλέον αὐτοὺς ἀνὴρ ἔθρεψεν, διέπεμψεν δὲ καὶ πρὸς τοὺς κύκλῳ κελεύων τὰ κατὰ τὴν χώραν ἀνασκευάσασθαι καὶ εἰς τὰ ὄρη φεύγειν, ὡς μηδὲν ἔχοντες Ῥωμαῖοι λιμῷ διαφθαρεῖεν. [419] Ἡρώδης δὲ τὴν μὲν τούτων πρόνοιαν Φερώρᾳ τῷ νεωτάτῳ τῶν ἀδελφῶν ἐπιτρέπει κελεύσας αὐτὸν ἅμα τειχίζειν καὶ Ἀλεξάνδρειον. δὲ ταχέως τε τοὺς στρατιώτας ἐν ἀφθονίᾳ πολλῇ τῶν ἀναγκαίων ἐποίησεν τό τε Ἀλεξάνδρειον ἠρημωμένον ἀνέκτισεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: