previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25]

δὲ θεὸς ταύτης αὐτοὺς παραχρῆμα ἐτιμωρήσατο τῆς ὠμότητος καὶ δίκην εἰσεπράξατο τοῦ Ὀνίου φόνου τούτῳ τῷ τρόπῳ: πολιορκουμένων τῶν ἱερέων καὶ τοῦ Ἀριστοβούλου συνέβη τὴν ἑορτὴν ἐπιστῆναι τὴν καλουμένην φάσκα, καθ᾽ ἣν ἔθος ἐστὶν ἡμῖν πολλὰ θύειν τῷ θεῷ. [26] ἀποροῦντες δὲ θυμάτων οἱ περὶ τὸν Ἀριστόβουλον ἠξίωσαν αὐτοῖς τοὺς ὁμοφύλους παρασχεῖν χρήματα λαβόντας ἀντὶ τῶν θυμάτων ὅσα θέλουσιν. τῶν δέ, εἰ βούλονται λαβεῖν, χιλίας δραχμὰς ὑπὲρ ἑκάστης κεφαλῆς καταβαλεῖν κελευόντων, προθύμως τε Ἀριστόβουλος καὶ οἱ ἱερεῖς ὑπέστησαν καὶ διὰ τῶν τειχῶν καθιμήσαντες ἔδωκαν αὐτοῖς τὰ χρήματα. [27] κἀκεῖνοι λαβόντες οὐκ ἀπέδωκαν τὰ θύματα, ἀλλ᾽ εἰς τοῦτο πονηρίας ἦλθον, ὥστε παραβῆναι τὰς πίστεις καὶ ἀσεβῆσαι τὸν θεὸν τὰ πρὸς τὰς θυσίας μὴ παρασχόντες τοῖς δεομένοις. [28] παρασπονδηθέντες δὲ οἱ ἱερεῖς ηὔξαντο τὸν θεὸν δίκην αὐτῶν εἰσπράξασθαι παρὰ τῶν ὁμοφύλων, δὲ οὐκ ἀνεβάλετο τὴν τιμωρίαν, ἀλλὰ πνεῦμα πολὺ καὶ βίαιον ἐπιπέμψας τὸν καρπὸν ἁπάσης τῆς χώρας διέφθειρεν, ὡς τὸν μόδιον τοῦ σίτου τότε αὐτοὺς ἐξωνεῖσθαι δραχμῶν ἕνδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: