previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σόσσιος μὲν οὖν καὶ Ἡρώδης ὡς κατὰ κράτος ἔλαβον Ἱεροσόλυμα καὶ πρὸς τούτοις αἰχμάλωτον Ἀντίγονον, πρὸ ταύτης ἡμῖν ἐδήλωσεν βίβλος: τὰ δ᾽ ἐκείνῃ συνεχῆ νῦν ἐροῦμεν. [2] ἐπειδὴ γὰρ τῆς ὅλης Ἰουδαίας ἐνεχειρίσθη τὴν ἀρχὴν Ἡρώδης, τοῦ κατὰ τὴν πόλιν πλήθους ὅσοι μὲν ἦσαν ἰδιωτεύοντες ἔτι τἀκείνου φρονοῦντες ἐν προαγωγῇ τούτους ἐποιεῖτο, τοὺς δὲ τὰ τῶν ἐναντίων ἑλομένους οὐκ ἐπέλιπε τιμωρούμενος καὶ κολάζων καθ᾽ ἑκάστην ἡμέραν. [3] ἐτιμῶντο δὲ μάλιστα παρ᾽ αὐτῷ Πολλίων Φαρισαῖος καὶ Σαμαίας τούτου μαθητής: πολιορκουμένων γὰρ τῶν Ἱεροσολύμων οὗτοι συνεβούλευον τοῖς πολίταις δέξασθαι τὸν Ἡρώδην, ἀνθ᾽ ὧν καὶ τὰς ἀμοιβὰς ἀπελάμβανον. [4] δὲ Πολλίων οὗτος καὶ κρινομένου ποτὲ Ἡρώδου τὴν ἐπὶ θανάτῳ προεῖπεν ὀνειδίζων Ὑρκανῷ καὶ τοῖς δικάζουσιν, ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς ἐπεξελεύσεται: καὶ τοῦτο χρόνῳ προύβη τοῦ θεοῦ τοὺς λόγους αὐτοῦ τελειώσαντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: