previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Αἰγύπτιοι τὸν ἱέρακα Ἀπόλλωνι τιμᾶν ἐοίκασι, καὶ τὸν μὲν θεὸν Ὧρον καλοῦσι τῇ φωνῇ τῇ σφετέρᾳ, τοὺς δὲ ὄρνιθας ἄγουσι θαυμαστούς, καὶ προσήκειν τῷ θεῷ τῷ προειρημένῳ φασὶν ὀρθῶς: οἱ γὰρ ἱέρακες ὀρνίθων μόνοι ταῖς ἀκτῖσι τοῦ ἡλίου ῥᾳδίως καὶ ἀβασανίστως ἀντιβλέποντες καὶ δυσωπούμενοι ἥκιστα πορείαν τε τὴν ἀνωτάτω ἴασι, καὶ αὐτοὺς θεία φλὸξ λυπεῖ οὐδὲ ἕν. καὶ ἀνάπαλιν μέντοι πέτεσθαι τὸν ἱέρακα οἱ ἰδόντες φασὶν ὡς ἐξ ὑπτίας νέοντα. ἔνθεν τοι καὶ πρὸς τὸν οὐρανὸν ὁρᾷ καὶ πρὸς τὸν πάντ᾽ ἐφορῶντα Ἥλιον μάλα ἐλευθέρως καὶ ἀτρέπτως [p. 249] αὐτός. ὄφεων δὲ καὶ δακέτων θηρίων ἐστὶν ἔχθιστος. οὐκ ἂν γοῦν αὐτὸν διαλάθοι οὔτε ὄφις οὔτε σκορπίος οὔτε μὴν πονηρᾶς ὕλης ἄλλο τι ἔκτοκον. ἀκροδρύων μὲν οὖν καὶ σπερμάτων ἄγευστος, σαρκῶν δὲ ἥδεται βορᾷ, καὶ πίνει αἷμα, καὶ τὰ νεόττια ἐκτρέφει τοῖς αὐτοῖς, καὶ ἐς λαγνείαν ἐστὶ δριμύτατος. τὸ δὲ αὐτοῦ τῆς κνήμης ὀστοῦν εἰ χρυσίῳ παρατεθείη, ἕλκει τε αὐτὸ καὶ ἴυγγι ἀπορρήτῳ τινὶ πρὸς ἑαυτὸ ἄγει καὶ ἕπεσθαι θέλγει, ὥσπερ οὖν ᾄδουσι τὸν Ἡρακλεώτην λίθον καταγοητεύειν πως τὸν σίδηρον. λέγουσι δὲ Αἰγύπτιοι καὶ ἐς πεντακόσια ἔτη βίου προήκειν τὸν ἱέρακα, καὶ οὔπω με πείθουσιν: δ᾽ οὖν ἀκούω, λέγω. ἔοικε δέ φασι καὶ Ὅμηρος ὅτι τῷ Διὸς καὶ Λητοῦς ἐστι φίλος ὑπαινίττεσθαί πως λέγων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: