Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ μὲν δημώδης λόγος καὶ ἐς πάντας ἐκφοιτήσας λέγει Συβαρίταις καὶ αὐτῇ τῇ Συβάρει αἰτίαν τῆς ἀπωλείας γενέσθαι τὴν πολλὴν τρυφήν. ἃ δὲ οὐκ ἔστι τοῖς πολλοῖς γνώριμα, ταῦτα ἐγὼ ἐρῶ. Κολοφωνίους [p. 9] φασὶ καὶ αὐτοὺς διὰ τὴν πάνυ τρυφὴν ἀπολέσθαι: καὶ γάρ τοι καὶ οὗτοι ἐσθῆτι πολυτελεῖ ἐθρύπτοντο, καὶ τραπέζης ἀσωτίᾳ καὶ ὑπὲρ τὴν χρείαν χρώμενοι ὕβριζον. καὶ ἡ τῶν Βακχιαδῶν δὲ τῶν ἐν Κορίνθῳ ἀρχή, ἐπὶ μέγα δυνάμεως προελθοῦσα, ὅμως διὰ τὴν τρυφὴν τὴν ἔξω τοῦ μέτρου καὶ αὐτὴ κατελύθη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.