Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀφίκετο ἐξ Ἑλλησπόντου παρὰ τὴν Ἀττικὴν ἑταίραν τὴν Γνάθαιναν ἐραστὴς ἀνὴρ κατὰ κλέος [p. 126] αὐτῆς. παρὰ πότον οὖν πολὺς ἦν λαλῶν, καὶ ἐδόκει φορτικός. ὑπολαβοῦσα οὖν ἡ Γνάθαινα πρὸς αὐτὸν ἔφατο ῾εἶτα σὺ μέντοι λέγεισ᾽ ῾ἥκειν ἐξ Ἑλλησπόντου;᾿ τοῦ δὲ ὁμολογήσαντος ῾καὶ πῶσ᾽ εἶπεν ῾οὐκ ἔγνως τῶν ἐκεῖ πόλεων τὴν πρώτην;᾿ τοῦ δὲ εἰπόντος ῾καὶ τίς ἐστιν αὕτη;᾿ ἣ δὲ ἀπεκρίνατο Σ̔ίγειον.᾿ καὶ ἐμμελῶς διὰ τοῦ ὀνόματος κατεσίγασεν ἄρα αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.