previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τιτόρμῳ φασὶ τῷ βουκόλῳ περιτυχεῖν τὸν Κροτωνιάτην Μίλωνα, μεγαλοφρονοῦντα διὰ τὴν ῥώμην τοῦ σώματος. θεασάμενος οὖν μέγαν τὸν Τίτορμον τὸ σῶμα ἰδεῖν, ἐβούλετο λαβεῖν αὐτοῦ ἰσχύος πεῖραν. δὲ Τίτορμος ἔλεγε μηδὲν μέγα ἰσχύειν, καταβὰς δὲ ἐς τὸν Εὔηνον καὶ θοιμάτιον ἀποδὺς λίθον λαμβάνει μέγιστον, καὶ πρῶτον μὲν ἕλκει αὐτὸν πρὸς ἑαυτόν, εἶτα ἀπωθεῖ, καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε, καὶ μετὰ ταῦτα αὐτὸν ἦρεν ἕως ἐς τὰ γόνατα, καὶ τέλος ἀράμενος ἐπὶ τῶν ὤμων ἔφερεν ὅσον ἐπ᾽ ὀργυιὰς ὀκτὼ καὶ ἔρριψεν: δὲ Κροτωνιάτης Μίλων μόλις τὸν λίθον ἐκίνησεν. εἶτα ἐπὶ τὴν ἀγέλην ἦλθε, καὶ στὰς ἐν μέσῳ τὸν μέγιστον ταῦρον ἄγριον ὄντα λαμβάνει [p. 129] τοῦ ποδός: καὶ μὲν ἀποδρᾶναι ἔσπευδεν, οὐ μὴν ἐδύνατο. παριόντα δὲ ἕτερον τῇ ἑτέρᾳ χειρὶ συναρπάσας τοῦ ποδὸς ὁμοίως εἶχε. θεασάμενος δὲ Μίλων ἐς τὸν οὐρανὸν τὰς χεῖρας τείνας ἔφατο ῾ὦ Ζεῦ, μὴ τοῦτον Ἡρακλῆ ἡμῖν ἕτερον ἔσπειρας;᾿ ἐντεῦθεν ῥηθῆναι λέγουσι τὴν παροιμίαν ῾ἄλλος οὗτος Ἡρακλῆς.᾿

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: