previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λόγος οὗτος Ἀρκαδικὸς ὑπὲρ τῆς Ἰασίωνος Ἀταλάντης. ταύτην πατὴρ γενομένην ἐξέθηκεν: ἔλεγε γὰρ οὐ θυγατέρων ἀλλ᾽ ἀρρένων δεῖσθαι. δὲ ἐκθεῖναι λαβὼν οὐκ ἀπέκτεινεν, ἐλθὼν δὲ ἐπὶ τὸ Παρθένιον ὄρος ἔθηκε πηγῆς πλησίον: καὶ ἦν ἐνταῦθα ὕπαντρος πέτρα, καὶ ἐπέκειτο συνηρεφὴς δρυμών. καὶ τοῦ μὲν βρέφους κατεψήφιστο θάνατος, οὐ μὴν [p. 143] ὑπὸ τῆς τύχης προυδόθη: ὀλίγῳ γὰρ ὕστερον ὑπὸ κυνηγετῶν ἀφῃρημένη τὰ ἑαυτῆς βρέφη ἄρκτος ἧκε, σφριγώντων αὐτῇ τῶν μαζῶν καὶ βαρυνομένων ὑπὸ τοῦ γάλακτος. εἶτα κατά τινα θείαν πομπὴν ἡσθεῖσα τῷ βρέφει ἐθήλασεν αὐτό, καὶ ἅμα τὸ θηρίον ἐκουφίσθη τῆς ὀδύνης καὶ ὤρεξε τροφὴν τῷ βρέφει. καὶ οὖν καὶ αὖθις ἐπαντλοῦσα τοῦ γάλακτος καὶ ἐποχετεύουσα ἐπεὶ τῶν ἑαυτῆς μήτηρ οὐκ ἔμεινε, τῆς μηδέν οἱ προσηκούσης τροφὸς ἐγένετο. ταύτην οἱ κυνηγέται παρεφύλαττον οἱ ἐξ ἀρχῆς ἐπιβουλεύσαντες τῷ θηρίῳ ἐς τὰ ἔκγονα αὐτῆς, καὶ αὐτὰ ἕκαστα τῶν δρωμένων κατασκεψάμενοι, ἀπελθούσης κατὰ συνήθειαν κατά τε ἄγραν καὶ νομὴν τῆς ἄρκτου, τὴν Ἀταλάντην ὑφείλοντο, καλουμένην τοῦτο οὐδέπω: αὐτοὶ γὰρ ἔθεντο αὐτῇ τὸ ὄνομα. καὶ ἐτρέφετο ὑπ᾽ αὐτοῖς ὀρείῳ τῇ τροφῇ. κατὰ μικρὸν δὲ αὐτῇ τὰ τοῦ σώματος μετὰ τῆς ἡλικίας ἀνέτρεχε: καὶ ἤρα παρθενίας καὶ τὰς τῶν ἀνδρῶν ὁμιλίας ἔφευγε καὶ ἐρημίαν ἐπόθει, καταλαβοῦσα τῶν ὀρῶν τῶν Ἀρκαδικῶν τὸ ὑψηλότατον, ἔνθα ἦν καὶ αὐλὼν κατάρρυτος καὶ μεγάλαι δρῦς, ἔτι δὲ καὶ πεῦκαι καὶ βαθεῖα ἐκ τούτων σκιά. τί γὰρ ἡμᾶς λυπεῖ καὶ ἄντρον Ἀταλάντης ἀκοῦσαι, ὡς τὸ τῆς Καλυψοῦς τὸ ἐν Ὁμήρῳ; καὶ ἦν ἐν κοίλῃ τῇ φάραγγι σπήλαιον ἓν καὶ βαθὺ πάνυ, κατὰ πρόσωπον δὲ βαθεῖ κρημνῷ ὠχύρωτο. κιττοὶ δὲ αὐτὸ περιεῖρπον, καὶ ἐνεπλέκοντο οἱ κιττοὶ μαλακοῖς δένδροις καὶ δι᾽ αὐτῶν ἀνεῖρπον. κρόκοι τε ἦσαν περὶ τὸν τόπον ἐν μαλακῇ φυόμενοι καὶ βαθείᾳ τῇ πόᾳ. συνανέτελλε δὲ αὐτοῖς καὶ ὑάκινθος καὶ ἄλλη πολλὴ χρόα ἀνθέων οὐ μόνον ἐς ἑορτὴν ὄψεως συντελεῖν δυναμένων, ἀλλὰ καὶ ὀσμαὶ ἐξ αὐτῶν τὸν ἀέρα τὸν κύκλῳ κατελάμβανον: καὶ παρῆν τῇ τε ἄλλῃ πανηγυρίζειν [p. 144] καὶ κατὰ τὴν εὐωδίαν ἑστιᾶσθαι. δάφναι τε ἦσαν πολλαί, φυτοῦ διὰ τέλους ἀκμάζοντος ἡδεῖαι προσιδεῖν κόμαι: ἄμπελοι δὲ πάνυ σφόδρα εὐθενούντων βοτρύων πρὸ τοῦ ἄντρου τεθηλυῖαι τὸ φιλεργὸν τῆς Ἀταλάντης ἐπεδείκνυντο. ὕδατά τε διατελῆ καὶ ἀεὶ ῥέοντα καὶ καθαρὰ ἰδεῖν καὶ ψυχρά, ὅσον γε ἁψαμένῳ τεκμήρασθαι καὶ καταγνῶναι πιόντι, χύδην καὶ ἀφθόνως ἐπέρρει: τὰ δὲ αὐτὰ ταῦτα καὶ ἐς ἀρδείαν τοῖς δένδροις τοῖς προειρημένοις ἦν ἐπιτήδεια, συνεχῶς ἐπιρρέοντα καὶ ἐς τὸ ἔμβιον αὐτοῖς συμμαχόμενα. ἦν οὖν τὸ χωρίον χαρίτων ἀνάμεστον, καὶ σεμνότατόν τε ἅμα καὶ σώφρονα παρθενῶνα ἐδείκνυεν. ἦν δὲ ἄρα τῇ Ἀταλάντῃ στρωμνὴ μὲν αἱ δοραὶ τῶν τεθηραμένων, τροφὴ δὲ τὰ τούτων κρέα, ποτὸν δὲ τὸ ὕδωρ. στολὴν δὲ ἤσθητο ἀπράγμονα καὶ τοιαύτην, οἵαν μὴ ἀπᾴδειν τῆς Ἀρτέμιδος: ἔλεγε γὰρ ζηλοῦν αὐτὴν καὶ ἐν τούτῳ καὶ ἐν τῷ παρθένος εἶναι διὰ τέλους ἐθέλειν. ἐπεφύκει δὲ ὠκίστη τοὺς πόδας, καὶ οὐκ ἂν αὐτὴν διέφυγεν οὔτε θηρίον οὔτε ἐπιβουλεύων αὐτῇ ἄνθρωπος: φυγεῖν δ᾽ ἐθέλουσαν, ἀλλ᾽ ἐνταῦθα μὲν οὐκ ἄν τις αὐτὴν κατέλαβεν. ἤρων δὲ αὐτῆς οὐχ ὅσοι μόνον αὐτὴν εἶδον, ἀλλ᾽ ἤδη καὶ ἐκ φήμης ἠρᾶτο. φέρε δὲ καὶ τὸ εἶδος αὐτῆς, εἴ τι μὴ λυπεῖ, διαγράψωμεν: λυπεῖ δὲ οὐδέν, ἐπεὶ καὶ ἐκ τούτων προσγένοιτ᾽ ἂν λόγων τε ἐμπειρία καὶ τέχνη. μέγεθος μὲν γὰρ ἔτι παῖς οὖσα ὑπὲρ τὰς τελείας ἦν γυναῖκας: καλὴ δὲ ἦν, ὡς οὐκ ἄλλη τῶν ἐν Πελοποννήσῳ παρθένων τῶν τότε. ἀρρενωπὸν δὲ καὶ γοργὸν ἔβλεπε, τοῦτο μὲν καὶ ἐκ τῆς θηρείου τροφῆς, ἤδη δὲ καὶ ἐκ τῶν ἐν τοῖς ὄρεσι γυμνασίων. κορικόν τε καὶ ῥαδινὸν οὐδὲν εἶχεν: οὐ γὰρ ἐκ θαλάμου προῄει, οὐδὲ ἦν τῶν ὑπὸ μητράσι καὶ τίτθαις τρεφομένων. [p. 145] τὸ δὲ ὑπέρογκον τοῦ σώματος οὐδὲ τοῦτο εἶχε καὶ μάλα γε εἰκότως, ἅτε ἐν τοῖς κυνηγεσίοις καὶ περὶ αὐτὰ τὰ γυμνάσια τὸ πᾶν σῶμα ἐκπονοῦσα. ξανθὴ δὲ ἦν αὐτῆς κόμη οὔ τι που πολυπραγμοσύνῃ γυναικείᾳ καὶ βαφαῖς ἅμα καὶ φαρμάκοις, ἀλλ᾽ ἦν φύσεως ἔργον χρόα. πεφοίνικτο δὲ καὶ ὑπὸ τῶν ἡλίων αὐτῇ τὸ πρόσωπον, καὶ ἐρυθήματι ἐῴκει ἄντικρυς. τί δὲ οὕτως ὡραῖον ἂν γένοιτο ἄνθος, ὥσπερ οὖν τὸ πρόσωπον αἰδεῖσθαι πεπαιδευμένης παρθένου; δύο δὲ εἶχεν ἐκπληκτικά, κάλλος ἄμαχον, καὶ σὺν τούτῳ καὶ φοβεῖν ἐδύνατο. οὐδεὶς ἂν ἰδὼν αὐτὴν ἠράσθη ῥᾴθυμος ἄνθρωπος, ἀλλ᾽ οὐδ᾽ ἂν ἐτόλμησεν ἀντιβλέπειν τὴν ἀρχήν: τοσαύτη μετὰ τῆς ὥρας κατέλαμπεν αἴγλη τοὺς ὁρῶντας. δεινὴ δὲ ἦν ἐντυχεῖν τά τε ἄλλα καὶ τῷ σπανίῳ. οὐ γὰρ ἂν αὐτήν τις εὐκόλως εἶδεν: ἀλλ᾽ ἀδοκήτως καὶ ἀπροόπτως ἐπεφάνη διώκουσα θηρίον ἀμυνομένη τινά, ὥσπερ ἀστὴρ διᾴττουσα, εἶτα ἀπέκρυπτεν αὑτὴν διαθέουσα δρυμὸν λόχμην τι ἄλλο τῶν ἐν ὄρει δάσος. καὶ οἵ ποτέ οἱ τὴν ὅμορον οἰκοῦντες, μεσούσης τῆς νυκτός, ἐρασταὶ θρασεῖς καὶ κωμασταὶ βαρύτατοι, ἐπεκώμασαν δύο τῶν Κενταύρων, Ὑλαῖός τε καὶ Ῥοῖκος. ἦν δὲ ἄρα κῶμος αὐτῶν οὔτε αὐλητρίδες οὔτε αὐτὰ δήπου τὰ τῶν μειρακίων τῶν κατὰ πόλιν, ἀλλὰ πεῦκαι μὲν ἦσαν, καὶ ταύτας ἐξάψαντες καὶ ἀναφλέξαντες ἐκ τῆς πρώτης τοῦ πυρὸς φαντασίας ἐξέπληξαν ἂν καὶ δῆμον, μήτι γοῦν μίαν παρθένον. κλάδους δὲ πιτύων νεοδρεπεῖς ἀποκλάσαντες, εἶτα τούτοις διαπλέξαντες ἑαυτοὺς εἰργάζοντο στεφάνους. συνεχῶς δὲ καὶ θαμινὰ ἐπικροτοῦντες τοῖς ὅπλοις διὰ τῶν ὀρῶν, συνεκκάοντες καὶ τὰ δένδρα ἐπὶ τὴν παῖδα ἔσπευδον, κακοὶ μνηστῆρες, σὺν ὕβρει καὶ οἴστρῳ τὰ ἕδνα τῶν γάμων [p. 146] προεκτελοῦντες. τὴν δὲ οὐκ ἔλαθεν ἐπιβουλή: ἰδοῦσα δὲ ἐκ τοῦ ἄντρου τὸ πῦρ καὶ γνωρίσασα οἵτινές ποτε ἄρα ἦσαν οἱ κωμασταί, μηδὲν διατραπεῖσα μηδὲ ὑπὸ τῆς ὄψεως καταπτήξασα τὸ μὲν τόξον ἐκύκλωσεν, ἀφῆκε δὲ τὸ βέλος καὶ ἔτυχε τοῦ πρώτου μάλα εὐκαίρως. καὶ μὲν ἔκειτο, ἐπῄει δὲ δεύτερος οὐκέτι κωμαστικῶς ἀλλ᾽ ἤδη πολεμικῶς, ἐκείνῳ μὲν ἐπαμῦναι θέλων, ἑαυτοῦ δὲ ἐμπλῆσαι τὴν ὁρμήν. ἀπήντησε δὲ ἄρα καὶ τούτῳ τιμωρὸς τῆς κόρης οἰστὸς ἕτερος. καὶ ὑπὲρ μὲν τῆς Ἰασίωνος Ἀταλάντης τοσαῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (17 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: