previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τίς οὐκ ἂν ἐπῄνεσε τὴν τῶν βαρβάρων σοφίαν; εἴ γε μηδεὶς αὐτῶν ἐς ἀθεότητα ἐξέπεσε, μηδὲ ἀμφιβάλλουσι περὶ θεῶν ἆρά γέ εἰσιν οὔκ εἰσιν, καὶ ἆρά γε ἡμῶν φροντίζουσιν οὔ. οὐδεὶς γοῦν ἔννοιαν ἔλαβε τοιαύτην, οἵαν Εὐήμερος Μεσσήνιος Διογένης Φρὺξ Ἵππων Διαγόρας Σωσίας Ἐπίκουρος οὔτε Ἰνδὸς οὔτε Κελτὸς οὔτε Αἰγύπτιος. [p. 32] λέγουσι δὲ τῶν βαρβάρων οἱ προειρημένοι καὶ εἶναι θεοὺς καὶ προνοεῖν ἡμῶν καὶ προσημαίνειν τὰ μέλλοντα καὶ διὰ ὀρνίθων καὶ διὰ συμβόλων καὶ διὰ σπλάγχνων καὶ δι᾽ ἄλλων τινῶν μαθημάτων τε καὶ διδαγμάτων: ἅπερ οὖν ἐστι τοῖς ἀνθρώποις διδασκαλικὰ ἐκ τῆς παρὰ τῶν θεῶν ἐς αὐτοὺς προνοίας. καὶ δι᾽ ὀνείρων δὲ λέγουσι καὶ δι᾽ αὐτῶν τῶν ἀστέρων πολλὰ προδηλοῦσθαι. καὶ ὑπὲρ τούτων ἰσχυρὰν ἔχοντες τὴν πίστιν θύουσί τε καθαρῶς καὶ ἁγνεύουσιν ὁσίως, καὶ τελετὰς τελοῦσι καὶ ὀργίων φυλάττουσι νόμον, καὶ τὰ ἄλλα πράττουσιν, ἐξ ὧν ὅτι τοὺς θεοὺς ἰσχυρῶς καὶ σέβουσι καὶ τιμῶσιν ὡμολόγηται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (2):
  • Cross-references in notes to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Trachiniae, 2
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: