previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἐραστήν, καὶ ἠξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατ᾽ αὐτοῦ, καὶ ἄλλους δὲ ἔσπευδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ᾔδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμοτάτους. ὁρῶν δὲ αὐτὸν Χαρίτων ἐνθουσιῶντα καὶ ὑπὸ τῆς ὀργῆς ἀναφλεγόμενον, καὶ γινώσκων ὅτι τῶν πολιτῶν οὐδεὶς αὐτοῖς συλλήψεται δέει τῷ ἐκ τοῦ τυράννου, καὶ αὐτὸς ἔφη πάλαι τοῦτο ἐπιθυμεῖν καὶ σπεύδειν ἐκ παντὸς τὴν πατρίδα ῥύσασθαι τῆς δουλείας τῆς καταλαβούσης: ἀσφαλὲς δὲ μὴ εἶναι πρὸς πολλοὺς τὰ τοιαῦτα ἐκφέρειν. ἠξίου δὴ τὸν Μελάνιππόν οἱ συγχωρῆσαι ἀκριβέστερον ὑπὲρ τούτων διασκέψασθαι καὶ ἐᾶσαι παραφυλάξαι τὸν χρόνον τὸν ἐπιτήδειον ἐς τὴν πρᾶξιν. συνεχώρησε τὸ μειράκιον. ἐφ᾽ ἑαυτοῦ τοίνυν Χαρίτων βαλόμενος τὸ πᾶν τόλμημα, καὶ κοινωνὸν αὐτοῦ μὴ θελήσας παραλαβεῖν τὸν ἐρώμενον, ἵν᾽ εἰ καταφωραθείη, αὐτὸς ὑπέχοι τὴν δίκην, ἀλλὰ μὴ καὶ ἐκεῖνον ἐς ταὐτὰ ἐμβάλοι, ἡνίκα οἱ ἐδόκει καλῶς ἔχειν, ἐγχειρίδιον λαβὼν ὡρμᾶτο ἐπὶ τὸν τύραννον. οὐ μὴν ἔλαθε, πάνυ σφόδρα ἀκριβῶς τῶν δορυφόρων τὰ τοιαῦτα φυλαττόντων. ἐμβληθεὶς δὲ ὑπὸ τοῦ Φαλάριδος ἐς τὸ δεσμωτήριον καὶ στρεβλούμενος ἵν᾽ εἴποι τοὺς συνεγνωκότας, δὲ ἐνεκαρτέρει καὶ ἐνήθλει ταῖς βασάνοις. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, Μελάνιππος ἧκεν ἐπὶ τὸν Φάλαριν, καὶ ὡμολόγησεν οὐ μόνον κοινωνὸς εἶναι τῷ Χαρίτωνι, ἀλλὰ καὶ αὐτὸς ἄρξαι τῆς ἐπιβουλῆς. τοῦ δὲ πυνθανομένου τὴν αἰτίαν, εἶπε τὸν ἐξ ἀρχῆς λόγον [p. 19] καὶ τὴν τῆς γραφῆς ἄρσιν, καὶ ἐπὶ τούτοις ὡμολόγει περιαλγῆσαι. θαυμάσας οὖν ἀμφοτέρους ἀφῆκε τῆς τιμωρίας, προστάξας αὐθημερὸν ἀπελθεῖν μὴ μόνον τῆς Ἀκραγαντίνων πόλεως ἀλλὰ καὶ τῆς Σικελίας: συνεχώρησε δὲ αὐτοῖς τὰ ἴδια δίκαια καρποῦσθαι. τούτους ὕστερον Πυθία καὶ τὴν φιλίαν αὐτῶν ὕμνησε διὰ τούτων τῶν ἐπῶν

θείας ἡγητῆρες ἐφημερίοις φιλότητος
εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ,
τοῦ θεοῦ τὸν ἔρωτα αὐτῶν θείαν ὀνομάσαντος φιλίαν. Λακεδαιμόνιοι δεινὴν ἐποιοῦντο τοῦ χρόνου την φειδώ, ταμιευόμενοι πανταχόθεν αὐτὸν ἐς τὰ ἐπειγόμενα καὶ μηδενὶ τῶν πολιτῶν ἐπιτρέποντες μήτε ῥᾳστωνεύειν μήτε ῥᾳθυμεῖν ἐς αὐτόν, ὡς ἂν μὴν πρὸς τὰ ἔξω τῆς ἀρετῆς ἀναλισκόμενος εἶτα μάτην διαφθείροιτο. μαρτύριον τούτου πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἀκούσαντες οἱ ἔφοροι Λακεδαιμονίων τοὺς Δεκέλειαν καταλαβόντας περιπάτῳ χρῆσθαι δειλινῷ, ἐπέστειλαν αὐτοῖς ῾μὴ περιπατεῖτἐ, ὡς τρυφώντων αὐτῶν μᾶλλον τὸ σῶμα ἐκπονούντων. δεῖν γὰρ Λακεδαιμονίους οὐ διὰ τοῦ περιπάτου ἀλλὰ διὰ τῶν γυμνασίων τὴν ὑγίειαν πορίζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: