Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὔκ εἰσι θρυπτικοὶ πρὸς τοὺς ἐραστὰς οἱ ἐν Λακεδαίμονι καλοὶ οὐδὲ: ἀλαζόνες, ἐπεὶ τοὐναντίον ἢ παρὰ τοῖς ἄλλοις ὡραίοις τὰ ἐκ τούτων καταμαθεῖν ἐστιν. αὐτοὶ γοῦν δέονται τῶν ἐραστῶν εἰσπνεῖν αὐτοῖς: Λακεδαιμονίων δέ ἐστιν αὕτη ἡ φωνή, ἐρᾶν δεῖν λέγουσα. Σπαρτιάτης δὲ ἔρως αἰσχρὸν οὐκ οἶδεν: εἴτε γὰρ μειράκιον ἐτόλμησεν ὕβριν ὑπομεῖναι εἴτε ἐραστὴς ὑβρίσαι, ἀλλ᾽ οὐδετέροις ἐλυσιτέλησε τῇ Σπάρτῃ ἐγκαταμεῖναι: ἢ γὰρ τῆς πατρίδος ἀπηλλάγησαν ἢ καὶ τὸ ἔτι θερμότερον τοῦ βίου αὐτοῦ. [p. 44]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.