previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58] φασὶ δὲ αὐτῷ τὰς Σελευκείας οἰκίζοντι, τὴν μὲν ἐπὶ τῇ θαλάσσῃ, διοσημίαν ἡγήσασθαι κεραυνοῦ, καὶ διὰ τοῦτο θεὸν αὐτοῖς κεραυνὸν ἔθετο, καὶ θρησκεύουσι καὶ ὑμνοῦσι καὶ νῦν κεραυνόν: ἐς δὲ τὴν ἐπὶ τοῦ Τίγρητος ἡμέραν ἐπιλέξασθαι τοὺς μάγους κελευομένους, καὶ τῆς ἡμέρας ὥραν, τῶν θεμελίων ἄρξασθαι τῆς ὀρυχῆς ἔδει, ψεύσασθαι τὴν ὥραν τοὺς μάγους, οὐκ ἐθέλοντας ἐπιτείχισμα τοιόνδε σφίσι γενέσθαι. καὶ Σέλευκος μὲν ἐν τῇ σκηνῇ τὴν δεδομένην ὥραν ἀνέμενεν, δὲ στρατὸς ἐς τὸ ἔργον ἕτοιμος, ἀτρεμῶν ἔστε σημήνειεν Σέλευκος, ἄφνω κατὰ τὴν αἰσιωτέραν ὥραν δόξαντές τινα κελεύειν ἐπὶ τὸ ἔργον ἀνεπήδησαν, ὡς μηδὲ τῶν κηρύκων ἐρυκόντων ἔτι ἀνασχέσθαι. τὸ μὲν δὴ ἔργον ἐξετετέλεστο, Σελεύκῳ δὲ ἀθύμως ἔχοντι, καὶ τοὺς μάγους αὖθις ἀνακρίνοντι περὶ τῆς πόλεως, ἄδειαν αἰτήσαντες ἔλεγον οἱ μάγοι: ‘τὴν πεπρωμένην βασιλεῦ μοῖραν, χείρονά τε καὶ κρείσσονα, οὐκ ἔστιν οὔτε ἀνδρὸς οὔτε πόλεως ἐναλλάξαι. μοῖρα δέ τις καὶ πόλεών ἐστιν ὥσπερ ἀνδρῶν. καὶ τήνδε χρονιωτάτην μὲν ἐδόκει τοῖς θεοῖς γενέσθαι, ἀρχομένην ἐκ τῆσδε τῆς ὥρας ἧς ἐγένετο: δειμαίνοντες δ᾽ ἡμεῖς ὡς ἐπιτείχισμα ἡμῖν ἐσομένην, παρεφέρομεν τὸ πεπρωμένον. τὸ δὲ κρεῖσσον ἦν καὶ μάγων πανουργούντων καὶ βασιλέως ἀγνοοῦντος αὐτό. τοιγάρτοι τὸ δαιμόνιον τὰ αἰσιώτερα τῷ στρατῷ προσέταξεν. καὶ τοῦτο ἔνι σοι καταμαθεῖν ὧδε, ἵνα μή τι καὶ νῦν ἡμᾶς ἔτι τεχνάζειν ὑπονοῇς. αὐτός τε γὰρ βασιλεὺς σὺ τῷ στρατῷ παρεκάθησο, καὶ τὸ κέλευσμα αὐτὸς ἐδεδώκεις ἀναμένειν: καὶ εὐπειθέστατος ὤν σοι πρὸς κινδύνους καὶ πόνους οὐκ ἠνέσχετο νῦν οὐδὲ ἀναπαύσεως ἐπιτάγματος, ἀλλ᾽ ἀνέθορεν, οὐδὲ ἀνὰ μέρος ἀλλ᾽ ἀθρόως, ἐπιστάταις αὐτοῖς, καὶ ἐνόμιζε κεκελεῦσθαι. καὶ ἐκεκέλευστο δή: διόπερ οὐδὲ σοῦ κατερύκοντος αὐτοὺς ἔτι ἐπείθοντο. τί ἂν οὖν βασιλέως ἐν ἀνθρώποις εἴη καρτερώτερον ἄλλο θεοῦ; ὃς τῆς σῆς γνώμης ἐπεκράτησε, καὶ ἡγεμόνευσέ σοι τῆς πόλεως ἀντὶ ἡμῶν, δυσμεναίνων ἡμῖν τε καὶ γένει παντὶ τῷ περιοίκῳ. ποῦ γὰρ ἔτι τὰ ἡμέτερα ἰσχύσει, δυνατωτέρου γένους παρῳκισμένου; μὲν δὴ πόλις σοι γέγονε σὺν τύχῃ καὶ μεγιστεύσει καὶ χρόνιος ἔσται: σὺ δὲ ἡμῖν, ἐξαμαρτοῦσιν ὑπὸ δέους οἰκείων ἀγαθῶν ἀφαιρέσεως, τὴν συγγνώμην βεβαίου.’ ταῦτα τῶν μάγων εἰπόντων βασιλεὺς ἥσθη καὶ συνέγνω.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: