previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[97] ἐπὶ δὴ τούτοις ὀξέως τε οὕτω καὶ παραδόξως γενομένοις οἱ Ῥωμαῖοι τὸν Πομπήιον μέγα ἐπαίροντες, ἔτι ὄντα περὶ Κιλικίαν εἵλοντο τοῦ πρὸς Μιθριδάτην πολέμου στρατηγὸν ἐπὶ τῆς ὁμοίας ἐξουσίας, αὐτοκράτορα ὄντα, ὅπῃ θέλοι, συντίθεσθαί τε καὶ πολεμεῖν, καὶ φίλους πολεμίους Ῥωμαίοις οὓς δοκιμάσειε ποιεῖσθαι: στρατιᾶς τε πάσης, ὅση πέραν ἐστὶ τῆς Ἰταλίας, ἄρχειν ἔδωκαν. ἅπερ οὐδενί πω παντάπασι πρὸ τοῦδε ὁμοῦ πάντα ἐδόθη. καὶ ἴσως αὐτὸν καὶ διὰ τάδε μέγαν ὀνομάζουσιν: γάρ τοι πόλεμος τοῦ Μιθριδάτου καὶ ὑπὸ τῶν προτέρων στρατηγῶν ἐξήνυστο ἤδη.

Πομπήιος μὲν οὖν εὐθὺς ἐκ τῆς Ἀσίας στρατὸν ἀγείρας μετεστρατοπέδευσεν ἐπὶ τοὺς ὅρους τοῦ Μιθριδάτου: Μιθριδάτῃ δὲ ἦν ἐπίλεκτος οἰκεῖος στρατός, τρισμύριοι πεζοὶ καὶ ἱππεῖς τρισχίλιοι, καὶ προὐκάθητο τῆς χώρας. ἄρτι δ᾽ αὐτὴν Λευκόλλου διεφθαρκότος ἀπόρως εἶχεν ἀγορᾶς: ὅθεν αὐτομολίαις ἐπετίθεντο πολλοί. καὶ τούσδε μὲν Μιθριδάτης ἐρευνώμενος ἐκρήμνη καὶ ὀφθαλμοὺς ἀνώρυττε καὶ ἔκαιεν. καὶ τὰ μὲν τῶν αὐτομολιῶν ἧσσον ἠνώχλει διὰ φόβον τῶν κολάσεων, ἐπέτριβε δ᾽ ἀπορία.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: