previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[45] Ἀρχέλαος δὲ καὶ ὅσοι ἄλλοι κατὰ μέρος ἐξέφυγον, ἐς Χαλκίδα συνελέγοντο, οὐ πολὺ πλείους μυρίων ἐκ δώδεκα μυριάδων γενόμενοι. Ῥωμαίων δὲ ἔδοξαν μὲν ἀποθανεῖν πεντεκαίδεκα ἄνδρες, δύο δ᾽ αὐτῶν ἐπανῆλθον. τοῦτο μὲν δὴ Σύλλᾳ καὶ Ἀρχελάῳ τῷ Μιθριδάτου στρατηγῷ τῆς περὶ Χαιρώνειαν μάχης τέλος ἦν, δι᾽ εὐβουλίαν δὴ μάλιστα Σύλλα καὶ δι᾽ ἀφροσύνην Ἀρχελάου τοιόνδε ἑκατέρῳ γενόμενον. Σύλλας δὲ πολλῶν μὲν αἰχμαλώτων πολλῶν δ᾽ ὅπλων καὶ λείας κρατῶν, τὰ μὲν ἀχρεῖα σωρευθέντα, διαζωσάμενος ὡς ἔθος ἐστὶ Ῥωμαίοις, αὐτὸς ἐνέπρησε τοῖς ἐνυαλίοις θεοῖς, ἀναπαύσας δὲ τὴν στρατιὰν ἐπ᾽ ὀλίγον, ἐς τὸν Εὔριπον σὺν εὐζώνοις ἐπὶ τὸν Ἀρχέλαον ἠπείγετο. Ῥωμαίων δὲ ναῦς οὐκ ἐχόντων, ἀδεῶς τὰς νήσους περιέπλει τὰ παράλια πορθῶν. Ζακύνθῳ δ᾽ ἐκβὰς παρεστρατοπέδευσεν. καὶ τινῶν Ῥωμαίων, οἳ ἐπεδήμουν, νυκτὸς ἐπιθεμένων αὐτῷ, κατὰ τάχος ἐσβὰς αὖθις ἀνήγετο ἐς Χαλκίδα, λῃστεύοντι μᾶλλον πολεμοῦντι ἐοικώς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), ZACYNTHUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: